< Προς Κορινθιους Β΄ 5 >

1 οιδαμεν γαρ οτι εαν η επιγειοσ ημων οικια του σκηνουσ καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοισ ουρανοισ (aiōnios g166)
Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. (aiōnios g166)
2 και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντεσ
καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες,
3 ειγε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα
εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
4 και γαρ οι οντεσ εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο τησ ζωησ
καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
5 ο δε κατεργασαμενοσ ημασ εισ αυτο τουτο θεοσ ο και δουσ ημιν τον αρραβωνα του πνευματοσ
ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
6 θαρρουντεσ ουν παντοτε και ειδοτεσ οτι ενδημουντεσ εν τω σωματι εκδημουμεν απο του κυριου
θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,
7 δια πιστεωσ γαρ περιπατουμεν ου δια ειδουσ
διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους
8 θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματοσ και ενδημησαι προσ τον κυριον
θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον.
9 διο και φιλοτιμουμεθα ειτε ενδημουντεσ ειτε εκδημουντεσ ευαρεστοι αυτω ειναι
διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
10 τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθεν του βηματοσ του χριστου ινα κομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε κακον
τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
11 ειδοτεσ ουν τον φοβον του κυριου ανθρωπουσ πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνειδησεσιν υμων πεφανερωσθαι
Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
12 ου γαρ παλιν εαυτουσ συνιστανομεν υμιν αλλα αφορμην διδοντεσ υμιν καυχηματοσ υπερ ημων ινα εχητε προσ τουσ εν προσωπω καυχωμενουσ και ου καρδια
οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ.
13 ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν
εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
14 η γαρ αγαπη του χριστου συνεχει ημασ κριναντασ τουτο οτι ει εισ υπερ παντων απεθανεν αρα οι παντεσ απεθανον
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
15 και υπερ παντων απεθανεν ινα οι ζωντεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι
κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
16 ωστε ημεισ απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει δε και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν
ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
17 ωστε ει τισ εν χριστω καινη κτισισ τα αρχαια παρηλθεν ιδου γεγονεν καινα τα παντα
ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά·
18 τα δε παντα εκ του θεου του καταλλαξαντοσ ημασ εαυτω δια ιησου χριστου και δοντοσ ημιν την διακονιαν τησ καταλλαγησ
τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
19 ωσ οτι θεοσ ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενοσ αυτοισ τα παραπτωματα αυτων και θεμενοσ εν ημιν τον λογον τησ καταλλαγησ
ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 υπερ χριστου ουν πρεσβευομεν ωσ του θεου παρακαλουντοσ δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.
21 τον γαρ μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεισ γενωμεθα δικαιοσυνη θεου εν αυτω
τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

< Προς Κορινθιους Β΄ 5 >