< Προς Κορινθιους Α΄ 2 >

1 καγω ελθων προσ υμασ αδελφοι ηλθον ου καθ υπεροχην λογου η σοφιασ καταγγελλων υμιν το μαρτυριον του θεου
Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ.
2 ου γαρ εκρινα του ειδεναι τι εν υμιν ει μη ιησουν χριστον και τουτον εσταυρωμενον
οὐ γὰρ ἔκρινά εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.
3 και εγω εν ασθενεια και εν φοβω και εν τρομω πολλω εγενομην προσ υμασ
κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,
4 και ο λογοσ μου και το κηρυγμα μου ουκ εν πειθοισ ανθρωπινησ σοφιασ λογοισ αλλ εν αποδειξει πνευματοσ και δυναμεωσ
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,
5 ινα η πιστισ υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.
6 σοφιαν δε λαλουμεν εν τοισ τελειοισ σοφιαν δε ου του αιωνοσ τουτου ουδε των αρχοντων του αιωνοσ τουτου των καταργουμενων (aiōn g165)
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· (aiōn g165)
7 αλλα λαλουμεν σοφιαν θεου εν μυστηριω την αποκεκρυμμενην ην προωρισεν ο θεοσ προ των αιωνων εισ δοξαν ημων (aiōn g165)
ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· (aiōn g165)
8 ην ουδεισ των αρχοντων του αιωνοσ τουτου εγνωκεν ει γαρ εγνωσαν ουκ αν τον κυριον τησ δοξησ εσταυρωσαν (aiōn g165)
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. (aiōn g165)
9 αλλα καθωσ γεγραπται α οφθαλμοσ ουκ ειδεν και ουσ ουκ ηκουσεν και επι καρδιαν ανθρωπου ουκ ανεβη α ητοιμασεν ο θεοσ τοισ αγαπωσιν αυτον
ἀλλὰ καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
10 ημιν δε ο θεοσ απεκαλυψεν δια του πνευματοσ αυτου το γαρ πνευμα παντα ερευνα και τα βαθη του θεου
ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.
11 τισ γαρ οιδεν ανθρωπων τα του ανθρωπου ει μη το πνευμα του ανθρωπου το εν αυτω ουτωσ και τα του θεου ουδεισ οιδεν ει μη το πνευμα του θεου
τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
12 ημεισ δε ου το πνευμα του κοσμου ελαβομεν αλλα το πνευμα το εκ του θεου ινα ειδωμεν τα υπο του θεου χαρισθεντα ημιν
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·
13 α και λαλουμεν ουκ εν διδακτοισ ανθρωπινησ σοφιασ λογοισ αλλ εν διδακτοισ πνευματοσ αγιου πνευματικοισ πνευματικα συγκρινοντεσ
ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες.
14 ψυχικοσ δε ανθρωποσ ου δεχεται τα του πνευματοσ του θεου μωρια γαρ αυτω εστιν και ου δυναται γνωναι οτι πνευματικωσ ανακρινεται
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται·
15 ο δε πνευματικοσ ανακρινει μεν παντα αυτοσ δε υπ ουδενοσ ανακρινεται
ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
16 τισ γαρ εγνω νουν κυριου οσ συμβιβασει αυτον ημεισ δε νουν χριστου εχομεν
τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

< Προς Κορινθιους Α΄ 2 >