< Ψαλμοί 61 >

1 εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυιδ εἰσάκουσον ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου
Ein Psalm Davids, vorzusingen auf einem Saitenspiel. Höre, Gott, mein Geschrei und merke auf mein Gebet!
2 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με
Hienieden auf Erden rufe ich zu dir, wenn mein Herz in Angst ist, du wollest mich führen auf einen hohen Felsen.
3 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ
Denn du bist meine Zuversicht, ein starker Turm vor meinen Feinden.
4 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα
Ich will wohnen in deiner Hütte ewiglich und trauen unter deinen Fittichen. (Sela)
5 ὅτι σύ ὁ θεός εἰσήκουσας τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
Denn du, Gott, hörest meine Gelübde; du belohnest die wohl, die deinen Namen fürchten.
6 ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς
Du gibst einem Könige langes Leben, daß seine Jahre währen immer für und für,
7 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει
daß er immer sitzen bleibet vor Gott. Erzeige ihm Güte und Treue, die ihn behüten.
8 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας

< Ψαλμοί 61 >