< Ψαλμοί 46 >

1 εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ὑπὲρ τῶν κρυφίων ψαλμός ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα 2 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν 3 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ διάψαλμα 4 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος 5 ὁ θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί 6 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλεῖαι ἔδωκεν φωνὴν αὐτοῦ ἐσαλεύθη ἡ γῆ 7 κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ διάψαλμα 8 δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς 9 ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί 10 σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ 11 κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ

< Ψαλμοί 46 >