< Ψαλμοί 19 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
«Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Οι ουρανοί διηγούνται την δόξαν του Θεού, και το στερέωμα αναγγέλλει το έργον των χειρών αυτού.
2 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν
Η ημέρα προς την ημέραν λαλεί λόγον, και η νυξ προς την νύκτα αναγγέλλει γνώσιν.
3 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν
Δεν είναι λαλιά ουδέ λόγος, των οποίων η φωνή δεν ακούεται.
4 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ
Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτών και έως των περάτων της οικουμένης οι λόγοι αυτών. Εν αυτοίς έθεσε σκηνήν διά τον ήλιον·
5 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ
και ούτος εξέρχεται ως νυμφίος εκ του θαλάμου αυτού· αγάλλεται ως ο ανδρείος εις το να τρέξη το στάδιον·
6 ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ
απ' άκρου του ουρανού είναι η έξοδος αυτού· και το κατάντημα αυτού έως άκρου αυτού· και δεν κρύπτεται ουδέν από της θερμότητος αυτού.
7 ὁ νόμος τοῦ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς ἡ μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια
Ο νόμος του Κυρίου είναι άμωμος, επιστρέφων ψυχήν· η μαρτυρία του Κυρίου πιστή, σοφίζουσα τον απλούν·
8 τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς
τα διατάγματα του Κυρίου ευθέα, ευφραίνοντα καρδίαν· η εντολή του Κυρίου λαμπρά, φωτίζουσα οφθαλμούς·
9 ὁ φόβος κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ τὸ αὐτό
ο φόβος του Κυρίου καθαρός, διαμένων εις τον αιώνα· αι κρίσεις του Κυρίου αληθιναί, δίκαιαι εν ταυτώ·
10 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον
πλέον επιθυμηταί παρά το χρυσίον, μάλιστα παρά πλήθος καθαρού χρυσίου, και γλυκύτεραι υπέρ το μέλι και τους σταλαγμούς της κηρήθρας.
11 καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή
Ο δούλός σου μάλιστα νουθετείται δι' αυτών· εις την τήρησιν αυτών η ανταμοιβή είναι μεγάλη.
12 παραπτώματα τίς συνήσει ἐκ τῶν κρυφίων μου καθάρισόν με
Τις συναισθάνεται τα εαυτού αμαρτήματα; καθάρισόν με από των κρυφίων αμαρτημάτων.
13 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου ἐὰν μή μου κατακυριεύσωσιν τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης
Και έτι προφύλαξον τον δούλον σου από υπερηφανιών· ας μη με κυριεύσωσι· τότε θέλω είσθαι τέλειος, και θέλω καθαρισθή από μεγάλης παρανομίας.
14 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου
Ας ήναι ευάρεστα τα λόγια του στόματός μου και η μελέτη της καρδίας μου ενώπιόν σου, Κύριε, φρούριόν μου και λυτρωτά μου.

< Ψαλμοί 19 >