< Ψαλμοί 19 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Unto the end. A Psalm of David. The heavens describe the glory of God, and the firmament announces the work of his hands.
2 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν
Day proclaims the word to day, and night to night imparts knowledge.
3 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν
There are no speeches or conversations, where their voices are not being heard.
4 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ
Their sound has gone forth through all the earth, and their words to the ends of the world.
5 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ
He has placed his tabernacle in the sun, and he is like a bridegroom coming out of his bedroom. He has exulted like a giant running along the way;
6 ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ
his departure is from the summit of heaven. And his course reaches all the way to its summit. Neither is there anyone who can hide himself from his heat.
7 ὁ νόμος τοῦ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς ἡ μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια
The law of the Lord is immaculate, converting souls. The testimony of the Lord is faithful, providing wisdom to little ones.
8 τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς
The justice of the Lord is right, rejoicing hearts. The precepts of the Lord are brilliant, enlightening the eyes.
9 ὁ φόβος κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ τὸ αὐτό
The fear of the Lord is holy, enduring for all generations. The judgments of the Lord are true, justified in themselves:
10 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον
desirable beyond gold and many precious stones, and sweeter than honey and the honeycomb.
11 καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή
For, indeed, your servant keeps them, and in keeping them, there are many rewards.
12 παραπτώματα τίς συνήσει ἐκ τῶν κρυφίων μου καθάρισόν με
Who can understand transgression? From my hidden faults, cleanse me, O Lord,
13 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου ἐὰν μή μου κατακυριεύσωσιν τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης
and from those of others, spare your servant. If they will have no dominion over me, then I will be immaculate, and I will be cleansed from the greatest transgression.
14 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου
And the eloquence of my mouth will be so as to please, along with the meditation of my heart, in your sight, forever, O Lord, my helper and my redeemer.

< Ψαλμοί 19 >