< Ψαλμοί 13 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ 2 ἕως πότε κύριε ἐπιλήσῃ μου εἰς τέλος ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ 3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ 4 ἐπίβλεψον εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον 5 μήποτε εἴπῃ ὁ ἐχθρός μου ἴσχυσα πρὸς αὐτόν οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ 6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου

< Ψαλμοί 13 >