< Ψαλμοί 114 >

1 αλληλουια ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου 2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ Ισραηλ ἐξουσία αὐτοῦ 3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω 4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων 5 τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί Ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω 6 τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων 7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ 8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων

< Ψαλμοί 114 >