< Παροιμίαι 10 >

1 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί
所羅門的箴言: 智慧之子使父親歡樂; 愚昧之子叫母親擔憂。
2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου
不義之財毫無益處; 惟有公義能救人脫離死亡。
3 οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει
耶和華不使義人受飢餓; 惡人所欲的,他必推開。
4 πενία ἄνδρα ταπεινοῖ χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν υἱὸς πεπαιδευμένος σοφὸς ἔσται τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται
手懶的,要受貧窮; 手勤的,卻要富足。
5 διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος
夏天聚斂的,是智慧之子; 收割時沉睡的,是貽羞之子。
6 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον
福祉臨到義人的頭; 強暴蒙蔽惡人的口。
7 μνήμη δικαίων μετ’ ἐγκωμίων ὄνομα δὲ ἀσεβοῦς σβέννυται
義人的紀念被稱讚; 惡人的名字必朽爛。
8 σοφὸς καρδίᾳ δέξεται ἐντολάς ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται
心中智慧的,必受命令; 口裏愚妄的,必致傾倒。
9 ὃς πορεύεται ἁπλῶς πορεύεται πεποιθώς ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται
行正直路的,步步安穩; 走彎曲道的,必致敗露。
10 ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ
以眼傳神的,使人憂患; 口裏愚妄的,必致傾倒。
11 πηγὴ ζωῆς ἐν χειρὶ δικαίου στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια
義人的口是生命的泉源; 強暴蒙蔽惡人的口。
12 μῖσος ἐγείρει νεῖκος πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία
恨能挑啟爭端; 愛能遮掩一切過錯。
13 ὃς ἐκ χειλέων προφέρει σοφίαν ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον
明哲人嘴裏有智慧; 無知人背上受刑杖。
14 σοφοὶ κρύψουσιν αἴσθησιν στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ
智慧人積存知識; 愚妄人的口速致敗壞。
15 κτῆσις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβῶν πενία
富戶的財物是他的堅城; 窮人的貧乏是他的敗壞。
16 ἔργα δικαίων ζωὴν ποιεῖ καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας
義人的勤勞致生; 惡人的進項致死。
17 ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται
謹守訓誨的,乃在生命的道上; 違棄責備的,便失迷了路。
18 καλύπτουσιν ἔχθραν χείλη δίκαια οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν
隱藏怨恨的,有說謊的嘴; 口出讒謗的,是愚妄的人。
19 ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ
多言多語難免有過; 禁止嘴唇是有智慧。
20 ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου καρδία δὲ ἀσεβοῦς ἐκλείψει
義人的舌乃似高銀; 惡人的心所值無幾。
21 χείλη δικαίων ἐπίσταται ὑψηλά οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν
義人的口教養多人; 愚昧人因無知而死亡。
22 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ
耶和華所賜的福使人富足, 並不加上憂慮。
23 ἐν γέλωτι ἄφρων πράσσει κακά ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν
愚妄人以行惡為戲耍; 明哲人卻以智慧為樂。
24 ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή
惡人所怕的,必臨到他; 義人所願的,必蒙應允。
25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα
暴風一過,惡人歸於無有; 義人的根基卻是永久。
26 ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν
懶惰人叫差他的人 如醋倒牙,如煙薰目。
27 φόβος κυρίου προστίθησιν ἡμέρας ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται
敬畏耶和華使人日子加多; 但惡人的年歲必被減少。
28 ἐγχρονίζει δικαίοις εὐφροσύνη ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται
義人的盼望必得喜樂; 惡人的指望必致滅沒。
29 ὀχύρωμα ὁσίου φόβος κυρίου συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά
耶和華的道是正直人的保障, 卻成了作孽人的敗壞。
30 δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν
義人永不挪移; 惡人不得住在地上。
31 στόμα δικαίου ἀποστάζει σοφίαν γλῶσσα δὲ ἀδίκου ἐξολεῖται
義人的口滋生智慧; 乖謬的舌必被割斷。
32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας στόμα δὲ ἀσεβῶν ἀποστρέφεται
義人的嘴能令人喜悅; 惡人的口說乖謬的話。

< Παροιμίαι 10 >