< Ἀριθμοί 8 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
And the LORD spoke to Moses, saying,
2 λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι
Speak to Aaron and say to him, When you light the lamps, the seven lamps shall give light over against the candlestick.
3 καὶ ἐποίησεν οὕτως Ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
And Aaron did so; he lighted the lamps thereof over against the candlestick, as the LORD commanded Moses.
4 καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν
And this work of the candlestick was of beaten gold, to the shaft thereof, to the flowers thereof, was beaten work: according to the pattern which the LORD had showed Moses, so he made the candlestick.
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
And the LORD spoke to Moses, saying,
6 λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς
Take the Levites from among the children of Israel, and cleanse them.
7 καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν περιρρανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν καὶ πλυνοῦσιν τὰ ἱμάτια αὐτῶν καὶ καθαροὶ ἔσονται
And thus shall you do to them, to cleanse them: Sprinkle water of purifying on them, and let them shave all their flesh, and let them wash their clothes, and so make themselves clean.
8 καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήμψῃ περὶ ἁμαρτίας
Then let them take a young bullock with his meat offering, even fine flour mingled with oil, and another young bullock shall you take for a sin offering.
9 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
And you shall bring the Levites before the tabernacle of the congregation: and you shall gather the whole assembly of the children of Israel together:
10 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας
And you shall bring the Levites before the LORD: and the children of Israel shall put their hands on the Levites:
11 καὶ ἀφοριεῖ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου
And Aaron shall offer the Levites before the LORD for an offering of the children of Israel, that they may execute the service of the LORD.
12 οἱ δὲ Λευῖται ἐπιθήσουσιν τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίῳ ἐξιλάσασθαι περὶ αὐτῶν
And the Levites shall lay their hands on the heads of the bullocks: and you shall offer the one for a sin offering, and the other for a burnt offering, to the LORD, to make an atonement for the Levites.
13 καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου
And you shall set the Levites before Aaron, and before his sons, and offer them for an offering to the LORD.
14 καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἔσονται ἐμοί
Thus shall you separate the Levites from among the children of Israel: and the Levites shall be mine.
15 καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ καθαριεῖς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου
And after that shall the Levites go in to do the service of the tabernacle of the congregation: and you shall cleanse them, and offer them for an offering.
16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσιν ἐκ μέσου υἱῶν Ισραηλ ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί
For they are wholly given to me from among the children of Israel; instead of such as open every womb, even instead of the firstborn of all the children of Israel, have I taken them to me.
17 ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἡγίασα αὐτοὺς ἐμοὶ
For all the firstborn of the children of Israel are mine, both man and beast: on the day that I smote every firstborn in the land of Egypt I sanctified them for myself.
18 καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ισραηλ
And I have taken the Levites for all the firstborn of the children of Israel.
19 καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ισραηλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ισραηλ καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια
And I have given the Levites as a gift to Aaron and to his sons from among the children of Israel, to do the service of the children of Israel in the tabernacle of the congregation, and to make an atonement for the children of Israel: that there be no plague among the children of Israel, when the children of Israel come near to the sanctuary.
20 καὶ ἐποίησεν Μωυσῆς καὶ Ααρων καὶ πᾶσα συναγωγὴ υἱῶν Ισραηλ τοῖς Λευίταις καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ
And Moses, and Aaron, and all the congregation of the children of Israel, did to the Levites according to all that the LORD commanded Moses concerning the Levites, so did the children of Israel to them.
21 καὶ ἡγνίσαντο οἱ Λευῖται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτῶν Ααρων ἀφαγνίσασθαι αὐτούς
And the Levites were purified, and they washed their clothes; and Aaron offered them as an offering before the LORD; and Aaron made an atonement for them to cleanse them.
22 καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς
And after that went the Levites in to do their service in the tabernacle of the congregation before Aaron, and before his sons: as the LORD had commanded Moses concerning the Levites, so did they to them.
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
And the LORD spoke to Moses, saying,
24 τοῦτό ἐστιν τὸ περὶ τῶν Λευιτῶν ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου
This is it that belongs to the Levites: from twenty and five years old and upward they shall go in to wait on the service of the tabernacle of the congregation:
25 καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι
And from the age of fifty years they shall cease waiting on the service thereof, and shall serve no more:
26 καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργᾶται οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν
But shall minister with their brothers in the tabernacle of the congregation, to keep the charge, and shall do no service. Thus shall you do to the Levites touching their charge.

< Ἀριθμοί 8 >