< Ἀριθμοί 7 >

1 καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
موسی در روزی که بر پا سازی خیمهٔ عبادت را به پایان رسانید تمامی قسمتهای آن و نیز مذبح و لوازم آن را تدهین و تقدیس نمود.
2 καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν οὗτοι ἄρχοντες φυλῶν οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς
آنگاه رهبران اسرائیل، یعنی سران قبایل که ترتیب سرشماری را داده بودند، هدایای خود را آوردند.
3 καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς
ایشان شش ارابهٔ سر پوشیده (یک ارابه برای دو رهبر) که هر ارابه را دو گاو می‌کشیدند آورده، در برابر خیمهٔ عبادت به خداوند تقدیم کردند.
4 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
آنگاه خداوند به موسی فرمود:
5 λαβὲ παρ’ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν
«هدایای ایشان را قبول کن و از آنها برای کار خیمۀ ملاقات استفاده نما. آنها را به لاویان بده تا هر کس متناسب با خدمتش از آنها استفاده کند.»
6 καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις
پس موسی، ارابه‌ها و گاوها را در اختیار لاویان گذاشت.
7 τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
دو ارابه و چهار گاو به طایفهٔ جرشون داد تا برای کار خود از آنها استفاده کنند
8 καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως
و چهار ارابه و هشت گاو نیز به طایفهٔ مراری که تحت رهبری ایتامار پسر هارون بودند، داد تا برای کارشان از آنها استفاده کنند.
9 καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ’ ὤμων ἀροῦσιν
به قهاتیان گاو یا ارابه داده نشد، چون قرار بود ایشان سهم بار خود را از اسباب مقدّس خیمهٔ عبادت، روی دوش حمل کنند.
10 καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου
رهبران در روزی که مذبح تدهین شد هدایایی نیز برای تبرک آن تقدیم کردند و آنها را جلوی مذبح گذاشتند.
11 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἄρχων εἷς καθ’ ἡμέραν ἄρχων καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου
خداوند به موسی فرمود: «هر روز یکی از رهبران، هدیهٔ خود را جهت تبرک مذبح تقدیم کند.»
12 καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς φυλῆς Ιουδα
پس رهبران، هدایای خود را به ترتیب زیر تقدیم نمودند: روز از قبیله اسم رهبر اول یهودا نحشون پسر عمیناداب دوم یساکار نتنائیل پسر صوغر سوم زبولون الیاب پسر حیلون چهارم رئوبین الیصور پسر شدی‌ئور پنجم شمعون شلومی‌ئیل پسر صوریشدای ششم جاد الیاساف پسر دعوئیل هفتم افرایم الیشمع پسر عمیهود هشتم منسی جملی‌ئیل پسر فدهصور نهم بنیامین ابیدان پسر جدعونی دهم دان اخیعزر پسر عمیشدای یازدهم اشیر فجعی‌ئیل پسر عکران دوازدهم نفتالی اخیرع پسر عینان هدایای تقدیمی هر یک از رهبران که کاملاً مشابه یکدیگر بود عبارت بودند از: یک سینی نقره‌ای به وزن ۱٫۵ کیلوگرم با یک کاسهٔ نقره‌ای به وزن هشتصد گرم (برحسب مثقال عبادتگاه)، که هر دو پر از آرد مرغوب مخلوط با روغن برای هدیهٔ آردی بودند؛ یک ظرف طلایی به وزن ۱۱۰ گرم پر از بخور خوشبو؛ یک گوسالۀ نر، یک قوچ و یک برهٔ نر یک ساله برای قربانی سوختنی؛ یک بز نر برای قربانی گناه؛ دو گاو نر، پنج قوچ، پنج بز نر و پنج برهٔ نر یک ساله برای قربانی سلامتی.
13 καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
14 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
15 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
16 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ
18 τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς φυλῆς Ισσαχαρ
19 καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
20 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
21 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
23 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ Σωγαρ
24 τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
25 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
26 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
27 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
28 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
29 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων
30 τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
31 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
32 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
33 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
34 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
35 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ
36 τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
37 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
38 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
39 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
40 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
41 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι
42 τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
43 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
44 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
45 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
46 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
47 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ Ραγουηλ
48 τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
49 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
50 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
51 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
52 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
53 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ
54 τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
55 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
56 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
57 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
58 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ
60 τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
61 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
62 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
63 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
64 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
65 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι
66 τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
67 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
68 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
69 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
70 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
71 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι
72 τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
73 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
74 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
75 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
76 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
77 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν
78 τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
79 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
80 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
81 μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
82 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν
84 οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα
بنابراین، در روزی که مذبح تدهین شد آن را به‌وسیلۀ هدایایی که سران قبایل اسرائیل آورده بودند تبرک کردند. این هدایا عبارت بودند از: دوازده سینی نقره‌ای هر کدام به وزن تقریبی ۱٫۵ کیلوگرم؛ دوازده کاسهٔ نقره‌ای، هر کدام به وزن تقریبی ۸۰۰ گرم برحسب مثقال عبادتگاه (پس وزن تمام نقرهٔ اهدایی حدود ۲۸ کیلوگرم بود)؛ دوازده ظرف طلایی، هر یک به وزن تقریبی ۱۱۰ گرم که وزن کل آنها حدود ۱٫۳ کیلوگرم بود؛ دوازده گاو نر، دوازده قوچ، دوازده بز نر یک ساله (با هدایای آردی همراه آنها) برای قربانی سوختنی، دوازده بز نر برای قربانی گناه؛ بیست و چهار گاو نر جوان، شصت قوچ، شصت بز نر و شصت برهٔ نر یک ساله برای قربانی سلامتی.
85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ
86 θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ
87 πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας
88 πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν
89 ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν
وقتی که موسی وارد خیمهٔ ملاقات شد تا با خدا گفتگو کند، از بالای تخت رحمت که روی صندوق عهد قرار داشت یعنی از میان دو کروبی، صدای خدا را که با او سخن می‌گفت شنید.

< Ἀριθμοί 7 >