< Ἀριθμοί 34 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
The LORD spoke to Moses, saying,
2 ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς
“Command the children of Israel, and tell them, ‘When you come into the land of Canaan (this is the land that shall fall to you for an inheritance, even the land of Canaan according to its borders),
3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν
then your south quarter shall be from the wilderness of Zin along by the side of Edom, and your south border shall be from the end of the Salt Sea eastward.
4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα
Your border shall turn about southward of the ascent of Akrabbim, and pass along to Zin; and it shall pass southward of Kadesh Barnea; and it shall go from there to Hazar Addar, and pass along to Azmon.
5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα
The border shall turn about from Azmon to the brook of Egypt, and it shall end at the sea.
6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης
“‘For the western border, you shall have the great sea and its border. This shall be your west border.
7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος
“‘This shall be your north border: from the great sea you shall mark out for yourselves Mount Hor.
8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα
From Mount Hor you shall mark out to the entrance of Hamath; and the border shall pass by Zedad.
9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ
Then the border shall go to Ziphron, and it shall end at Hazar Enan. This shall be your north border.
10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα
“‘You shall mark out your east border from Hazar Enan to Shepham.
11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν
The border shall go down from Shepham to Riblah, on the east side of Ain. The border shall go down, and shall reach to the side of the sea of Chinnereth eastward.
12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ
The border shall go down to the Jordan, and end at the Salt Sea. This shall be your land according to its borders around it.’”
13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση
Moses commanded the children of Israel, saying, “This is the land which you shall inherit by lot, which the LORD has commanded to give to the nine tribes, and to the half-tribe;
14 ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ’ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν
for the tribe of the children of Reuben according to their fathers’ houses, the tribe of the children of Gad according to their fathers’ houses, and the half-tribe of Manasseh have received their inheritance.
15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς
The two tribes and the half-tribe have received their inheritance beyond the Jordan at Jericho eastward, towards the sunrise.”
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
The LORD spoke to Moses, saying,
17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
“These are the names of the men who shall divide the land to you for inheritance: Eleazar the priest, and Joshua the son of Nun.
18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν
You shall take one prince of every tribe, to divide the land for inheritance.
19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
These are the names of the men: Of the tribe of Judah, Caleb the son of Jephunneh.
20 τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ
Of the tribe of the children of Simeon, Shemuel the son of Ammihud.
21 τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων
Of the tribe of Benjamin, Elidad the son of Chislon.
22 τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι
Of the tribe of the children of Dan a prince, Bukki the son of Jogli.
23 τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι
Of the children of Joseph: of the tribe of the children of Manasseh a prince, Hanniel the son of Ephod.
24 τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα
Of the tribe of the children of Ephraim a prince, Kemuel the son of Shiphtan.
25 τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ
Of the tribe of the children of Zebulun a prince, Elizaphan the son of Parnach.
26 τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα
Of the tribe of the children of Issachar a prince, Paltiel the son of Azzan.
27 τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι
Of the tribe of the children of Asher a prince, Ahihud the son of Shelomi.
28 τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ
Of the tribe of the children of Naphtali a prince, Pedahel the son of Ammihud.”
29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν
These are they whom the LORD commanded to divide the inheritance to the children of Israel in the land of Canaan.

< Ἀριθμοί 34 >