< Ἔσδρας Βʹ 13 >

1 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
در همان روز، وقتی تورات موسی برای قوم اسرائیل خوانده می‌شد، این مطلب را در آن یافتند که عمونی‌ها و موآبی‌ها هرگز نباید وارد جماعت قوم خدا شوند.
2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
این دستور بدان سبب بود که آنها با نان و آب از بنی‌اسرائیل استقبال نکردند، بلکه بلعام را اجیر نمودند تا ایشان را لعنت کند، ولی خدای ما لعنت او را به برکت تبدیل کرد.
3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ
وقتی این قسمت خوانده شد، قوم اسرائیل افراد بیگانه را از جماعت خود جدا ساختند.
4 καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
الیاشیب کاهن که انباردار انبارهای خانهٔ خدا و دوست صمیمی طوبیا بود،
5 καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
یکی از اتاقهای بزرگ انبار را به طوبیا داده بود. این اتاق قبلاً انبار هدایای آردی، بخور، ظروف خانهٔ خدا، ده‌یک غله، شراب و روغن زیتون بود. این هدایا متعلق به لاویان، دستهٔ سرایندگان و نگهبانان بود. هدایای مخصوص کاهنان نیز در این اتاق نگهداری می‌شد.
6 καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
در این موقع من در اورشلیم نبودم، چون در سال سی و دوم سلطنت اردشیر، پادشاه پارس، که بر بابِل حکومت می‌کرد، من نزد او رفته بودم. پس از مدتی دوباره از او اجازه خواستم تا به اورشلیم بازگردم.
7 καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
وقتی به اورشلیم رسیدم و از این کار زشت الیاشیب باخبر شدم که در خانهٔ خدا برای طوبیا اتاقی فراهم کرده بود
8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
بسیار ناراحت شدم و اسباب و اثاثیه او را از اتاق بیرون ریختم.
9 καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
سپس دستور دادم اتاق را تطهیر کنند و ظروف خانهٔ خدا، هدایای آردی و بخور را به آنجا بازگردانند.
10 καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
در ضمن فهمیدم دستهٔ سرایندگان خانهٔ خدا و سایر لاویان، اورشلیم را ترک گفته و به مزرعه‌های خود بازگشته بودند، زیرا مردم سهمشان را به ایشان نمی‌دادند.
11 καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
پس سران قوم را توبیخ کرده، گفتم: «چرا از خانهٔ خدا غافل مانده‌اید؟» سپس تمام لاویان را جمع کرده، ایشان را دوباره در خانهٔ خدا سر خدمت گذاشتم.
12 καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
سپس مردم یهودا بار دیگر ده‌یک غله، شراب و روغن زیتون خود را به انبارهای خانهٔ خدا آوردند.
13 ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
سپس شلمیای کاهن و فدایای لاوی و صادوق را که معلم شریعت بودند مأمور نگهداری انبارها نمودم، و حانان (پسر زکور، نوه متنیا) را هم معاون ایشان تعیین کردم، زیرا همهٔ این اشخاص مورد اعتماد مردم بودند. مسئولیت ایشان تقسیم سهمیه بین لاویان بود.
14 μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
ای خدای من، کارهای مرا به یاد آور و خدماتی را که برای خانهٔ تو کرده‌ام فراموش نکن.
15 ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
در آن روزها در یهودا عده‌ای را دیدم که در روز شَبّات در چرخشت، انگور له می‌کردند و عده‌ای دیگر غله و شراب و انگور و انجیر و چیزهای دیگر، بار الاغ می‌نمودند تا به اورشلیم ببرند و بفروشند. پس به ایشان اخطار کردم که در روز شَبّات این کار را نکنند.
16 καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ
بعضی از اهالی صور نیز که در اورشلیم ساکن بودند در روز شَبّات ماهی و کالاهای گوناگون می‌آوردند و در اورشلیم به یهودیان می‌فروختند.
17 καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
آنگاه سران یهودا را توبیخ کرده، گفتم: «این چه کار زشتی است که انجام می‌دهید؟ چرا روز شَبّات را بی‌حرمت می‌کنید؟
18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
آیا برای همین کار نبود که خدا اجدادتان را تنبیه کرد و این شهر را ویران نمود؟ و حال، خود شما هم شَبّات را بی‌حرمت می‌کنید و باعث می‌شوید غضب خدا بر اسرائیل شعله‌ورتر شود.»
19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
سپس دستور دادم دروازه‌های شهر اورشلیم را از غروب آفتاب روز جمعه ببندند و تا غروب روز شَبّات باز نکنند. چند نفر از افراد خود را فرستادم تا دم دروازه‌ها نگهبانی بدهند و نگذارند روز شَبّات چیزی برای فروش به شهر بیاورند.
20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
تاجران و فروشندگان یکی دو بار، جمعه‌ها، بیرون اورشلیم، شب را به سر بردند.
21 καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
ولی من ایشان را تهدید کرده، گفتم: «اینجا چه می‌کنید، چرا شب را پشت دیوار به سر می‌برید؟ اگر بار دیگر این کار را بکنید، متوسل به زور می‌شوم.» از آن روز به بعد، دیگر روزهای شَبّات نیامدند.
22 καὶ εἶπα τοῖς Λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
سپس به لاویان دستور دادم خود را تطهیر کنند و دم دروازه‌ها نگهبانی بدهند تا تقدس روز شَبّات حفظ شود. ای خدای من، این کار مرا به یاد آور و برحسب محبت بی‌پایانت به من رحم کن.
23 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας Αμμανίτιδας Μωαβίτιδας
در آن روزها عده‌ای از یهودیان را دیدم که از قومهای اشدودی، موآبی و عمونی برای خود زنان گرفته بودند
24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί
و نصف فرزندانشان به زبان اشدودی یا سایر زبانها صحبت می‌کردند و زبان عبری را نمی‌فهمیدند.
25 καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
پس با والدین آنها دعوا کردم، ایشان را لعنت کردم، زدم و موی سرشان را کندم و در حضور خدا قسم دادم که نگذارند فرزندانشان با غیریهودیان ازدواج کنند.
26 οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
سپس گفتم: «آیا این همان گناهی نیست که سلیمان پادشاه مرتکب شد؟ سلیمان در میان پادشاهان دنیا نظیر نداشت. خدا او را دوست می‌داشت و او را پادشاه تمام اسرائیل ساخت؛ ولی با وجود این، همسران بیگانهٔ سلیمان، او را به بت‌پرستی کشانیدند!
27 καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
حال که شما زنان بیگانه برای خود گرفته و به خدای خویش خیانت کرده‌اید، خیال می‌کنید ما این شرارت شما را تحمل خواهیم کرد؟»
28 καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ
یکی از پسران یهویاداع (پسر الیاشیب کاهن اعظم) دختر سنبلط حورونی را به زنی گرفته بود، پس مجبور شدم او را از اورشلیم بیرون کنم.
29 μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας
ای خدای من، کارهای آنها را فراموش نکن، چون به مقام کاهنی و عهد و پیمان کاهنان و لاویان توهین کرده‌اند.
30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
پس قوم خدا را از بیگانه‌ها جدا کردم و برای کاهنان و لاویان وظیفه تعیین نمودم تا هر کس بداند چه باید بکند.
31 καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην
ترتیبی دادم تا به موقع برای مذبح هیزم بیاورند و نوبر محصولات را جمع‌آوری کنند. ای خدای من، مرا به یاد آور و برکت ده.

< Ἔσδρας Βʹ 13 >