< Ἠσαΐας 42 >

1 Ιακωβ ὁ παῖς μου ἀντιλήμψομαι αὐτοῦ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει
Ιδού, ο δούλός μου, τον οποίον υπεστήριξα· ο εκλεκτός μου, εις τον οποίον η ψυχή μου ευηρεστήθη· έθεσα το πνεύμά μου επ' αυτόν· θέλει εξαγγείλει κρίσιν εις τα έθνη.
2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ
Δεν θέλει φωνάξει ουδέ θέλει ανακράξει ουδέ θέλει κάμει την φωνήν αυτού να ακουσθή εν ταις οδοίς.
3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν
Κάλαμον συντεθλασμένον δεν θέλει συντρίψει και λινάριον καπνίζον δεν θέλει σβύσει· θέλει εκφέρει κρίσιν εν αληθεία.
4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν
Δεν θέλει εκλίπει ουδέ θέλει μικροψυχήσει, εωσού βάλη κρίσιν εν τη γή· και αι νήσοι θέλουσι προσμένει τον νόμον αυτού.
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν
Ούτω λέγει ο Θεός ο Κύριος, ο ποιήσας τους ουρανούς και εκτείνας αυτούς· ο στερεώσας την γην και τα γεννώμενα εξ αυτής· ο διδούς πνοήν εις τον λαόν τον επ' αυτής και πνεύμα εις τους περιπατούντας επ' αυτής·
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν
Εγώ ο Κύριος σε εκάλεσα εν δικαιοσύνη, και θέλω κρατεί την χείρα σου και θέλω σε φυλάττει και θέλω σε καταστήσει διαθήκην του λαού, φως των εθνών·
7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει
διά να ανοίξης τους οφθαλμούς των τυφλών, να εκβάλης τους δεσμίους εκ των δεσμών, τους καθημένους εν σκότει εκ του οίκου της φυλακής.
8 ἐγὼ κύριος ὁ θεός τοῦτό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς
Εγώ είμαι ο Κύριος· τούτο είναι το όνομά μου· και δεν θέλω δώσει την δόξαν μου εις άλλον ουδέ την αίνεσίν μου εις τα γλυπτά.
9 τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν
Ιδού, ήλθον τα απ' αρχής· και εγώ αναγγέλλω νέα πράγματα· πριν εκφύωσι, λαλώ περί αυτών εις εσάς.
10 ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν ἡ ἀρχὴ αὐτοῦ δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς
Ψάλλετε εις τον Κύριον άσμα νέον, την δόξαν αυτού εκ των άκρων της γης, σεις οι καταβαίνοντες εις την θάλασσαν και πάντα τα εν αυτή· αι νήσοι και οι κατοικούντες αυτάς.
11 εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν ἀπ’ ἄκρων τῶν ὀρέων βοήσουσιν
Η έρημος και αι πόλεις αυτής ας υψώσωσι φωνήν, αι κώμαι τας οποίας κατοικεί ο Κηδάρ· ας ψάλλωσιν οι κάτοικοι της Σελά, ας αλαλάζωσιν εκ των κορυφών των ορέων.
12 δώσουσιν τῷ θεῷ δόξαν τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν
Ας δώσωσι δόξαν εις τον Κύριον και ας αναγγείλωσι την αίνεσιν αυτού εν ταις νήσοις.
13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος
Ο Κύριος θέλει εξέλθει ως ισχυρός· θέλει διεγείρει ζήλον ως πολεμιστής· θέλει φωνάξει, μάλιστα θέλει βρυχήσει, θέλει υπερισχύσει κατά των πολεμίων αυτού.
14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανῶ ἅμα
Από πολλού εσιώπησα· θέλω μείνει ήσυχος; θέλω κρατήσει εμαυτόν; τώρα θέλω φωνάξει ως η τίκτουσα· θέλω καταστρέψει και καταπίει ομού.
15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ
Θέλω ερημώσει όρη και λόφους και καταξηράνει πάντα τον χόρτον αυτών· και θέλω καταστήσει τους ποταμούς νήσους και τας λίμνας θέλω ξηράνει.
16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς
Και θέλω φέρει τους τυφλούς δι' οδού την οποίαν δεν ήξευρον, θέλω οδηγήσει αυτούς εις τρίβους τας οποίας δεν εγνώριζον· το σκότος θέλω κάμει φως έμπροσθεν αυτών και τα σκολιά ευθέα. Ταύτα τα πράγματα θέλω κάμει εις αυτούς και δεν θέλω εγκαταλείψει αυτούς.
17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς ὑμεῖς ἐστε θεοὶ ἡμῶν
Εστράφησαν εις τα οπίσω, κατησχύνθησαν οι θαρρούντες επί τα γλυπτά, οι λέγοντες προς τα χωνευτά, σεις είσθε οι θεοί ημών.
18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδεῖν
Ακούσατε, κωφοί· και ανοίξατε τους οφθαλμούς σας, τυφλοί, διά να ίδητε.
19 καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ
Τις τυφλός, παρά ο δούλός μου; ή κωφός, παρά ο μηνυτής μου, τον οποίον απέστειλα; τις τυφλός, παρά ο τέλειος; και τις τυφλός, παρά ο δούλος του Κυρίου;
20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὦτα καὶ οὐκ ἠκούσατε
Βλέπεις πολλά αλλά δεν παρατηρείς· ανοίγεις τα ώτα αλλά δεν ακούεις.
21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν καὶ εἶδον
Ο Κύριος ευνόησε προς αυτόν ένεκεν της δικαιοσύνης αυτού· θέλει μεγαλύνει τον νόμον αυτού και καταστήσει έντιμον.
22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἦν ὁ λέγων ἀπόδος
Πλην αυτός είναι λαός διηρπαγμένος και γεγυμνωμένος· είναι πάντες πεπαγιδευμένοι εν σπηλαίοις και κεκρυμμένοι εν ταις φυλακαίς· είναι λάφυρον και δεν υπάρχει ο λυτρόνων· διάρπαγμα, και ουδείς ο λέγων, Επίστρεψον αυτό.
23 τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα
Τις από σας θέλει δώσει ακρόασιν εις τούτο; θέλει προσέξει και ακούσει εις το μετά ταύτα;
24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ
Τις παρέδωκε τον Ιακώβ εις διαρπαγήν και τον Ισραήλ εις λεηλατιστάς; ουχί ο Κύριος, αυτός εις τον οποίον ημαρτήσαμεν; διότι δεν ηθέλησαν να περιπατήσωσιν εν ταις οδοίς αυτού ουδέ υπήκουσαν εις τον νόμον αυτού.
25 καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν
Διά τούτο εξέχεεν επ' αυτόν την σφοδρότητα της οργής αυτού και την ορμήν του πολέμου· και συνέφλεξεν αυτόν πανταχόθεν αλλ' αυτός δεν ενόησε· και έκαυσεν αυτόν αλλ' αυτός δεν έβαλε τούτο εν τη καρδία αυτού.

< Ἠσαΐας 42 >