< Ἠσαΐας 42 >

1 Ιακωβ ὁ παῖς μου ἀντιλήμψομαι αὐτοῦ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει
看哪,我的仆人— 我所扶持所拣选、心里所喜悦的! 我已将我的灵赐给他; 他必将公理传给外邦。
2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ
他不喧嚷,不扬声, 也不使街上听见他的声音。
3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν
压伤的芦苇,他不折断; 将残的灯火,他不吹灭。 他凭真实将公理传开。
4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν
他不灰心,也不丧胆, 直到他在地上设立公理; 海岛都等候他的训诲。
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν
创造诸天,铺张穹苍, 将地和地所出的一并铺开, 赐气息给地上的众人, 又赐灵性给行在其上之人的 神耶和华, 他如此说:
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν
我—耶和华凭公义召你, 必搀扶你的手,保守你, 使你作众民的中保, 作外邦人的光,
7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει
开瞎子的眼, 领被囚的出牢狱, 领坐黑暗的出监牢。
8 ἐγὼ κύριος ὁ θεός τοῦτό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς
我是耶和华,这是我的名; 我必不将我的荣耀归给假神, 也不将我的称赞归给雕刻的偶像。
9 τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν
看哪,先前的事已经成就, 现在我将新事说明, 这事未发以先,我就说给你们听。
10 ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν ἡ ἀρχὴ αὐτοῦ δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς
航海的和海中所有的, 海岛和其上的居民, 都当向耶和华唱新歌, 从地极赞美他。
11 εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν ἀπ’ ἄκρων τῶν ὀρέων βοήσουσιν
旷野和其中的城邑, 并基达人居住的村庄都当扬声; 西拉的居民当欢呼, 在山顶上呐喊。
12 δώσουσιν τῷ θεῷ δόξαν τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν
他们当将荣耀归给耶和华, 在海岛中传扬他的颂赞。
13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος
耶和华必像勇士出去, 必像战士激动热心, 要喊叫,大声呐喊, 要用大力攻击仇敌。
14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανῶ ἅμα
我许久闭口不言,静默不语; 现在我要喊叫,像产难的妇人; 我要急气而喘哮。
15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ
我要使大山小冈变为荒场, 使其上的花草都枯干; 我要使江河变为洲岛, 使水池都干涸。
16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς
我要引瞎子行不认识的道, 领他们走不知道的路; 在他们面前使黑暗变为光明, 使弯曲变为平直。 这些事我都要行, 并不离弃他们。
17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς ὑμεῖς ἐστε θεοὶ ἡμῶν
倚靠雕刻的偶像, 对铸造的偶像说: 你是我们的神; 这等人要退后,全然蒙羞。
18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδεῖν
你们这耳聋的,听吧! 你们这眼瞎的,看吧! 使你们能看见。
19 καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ
谁比我的仆人眼瞎呢? 谁比我差遣的使者耳聋呢? 谁瞎眼像那与我和好的? 谁瞎眼像耶和华的仆人呢?
20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὦτα καὶ οὐκ ἠκούσατε
你看见许多事却不领会, 耳朵开通却不听见。
21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν καὶ εἶδον
耶和华因自己公义的缘故, 喜欢使律法为大,为尊。
22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἦν ὁ λέγων ἀπόδος
但这百姓是被抢被夺的, 都牢笼在坑中,隐藏在狱里; 他们作掠物,无人拯救, 作掳物,无人说交还。
23 τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα
你们中间谁肯侧耳听此, 谁肯留心而听,以防将来呢?
24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ
谁将雅各交出当作掳物, 将以色列交给抢夺的呢? 岂不是耶和华吗? 就是我们所得罪的那位。 他们不肯遵行他的道, 也不听从他的训诲。
25 καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν
所以,他将猛烈的怒气和争战的勇力 倾倒在以色列的身上。 在他四围如火着起,他还不知道, 烧着他,他也不介意。

< Ἠσαΐας 42 >