< Ἠσαΐας 20 >

1 τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθαν εἰς Ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν
Εν τω έτει καθ' ο ο Ταρτάν ήλθεν εις την Άζωτον, ότε απέστειλεν αυτόν ο Σαργών βασιλεύς της Ασσυρίας και επολέμησε κατά της Αζώτου και εκυρίευσεν αυτήν,
2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος
κατά τον αυτόν καιρόν ελάλησεν ο Κύριος προς Ησαΐαν τον υιόν του Αμώς, λέγων, Ύπαγε και λύσον τον σάκκον από της οσφύος σου και έκβαλε τα σανδάλια σου από των ποδών σου. Και έκαμεν ούτω, περιπατών γυμνός και ανυπόδητος.
3 καὶ εἶπεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν
Και είπε Κύριος, Καθώς ο δούλός μου Ησαΐας περιεπάτει γυμνός και ανυπόδητος τρία έτη, διά σημείον και τεράστιον κατά της Αιγύπτου και κατά της Αιθιοπίας,
4 ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου
ούτως ο βασιλεύς της Ασσυρίας θέλει απαγάγει τους Αιγυπτίους δεσμίους και τους Αιθίοπας αιχμαλώτους, νέους και γέροντας, γυμνούς και ανυποδήτους, με γυμνά μάλιστα τα οπίσθια αυτών, προς καταισχύνην της Αιγύπτου.
5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν ἐφ’ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα
Και θέλουσι τρομάξει και εντραπή διά την Αιθιοπίαν, το θάρρος αυτών· και διά την Αίγυπτον, το καύχημα αυτών.
6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα
Και οι κάτοικοι του τόπου τούτου θέλουσι λέγει εν εκείνη τη ημέρα, Ιδού, τοιούτον είναι το καταφύγιον ημών, εις το οποίον καταφεύγομεν προς βοήθειαν, διά να ελευθερωθώμεν από του βασιλέως της Ασσυρίας· και πως ημείς θέλομεν σωθή;

< Ἠσαΐας 20 >