< Ὡσηέʹ 6 >

1 πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς πατάξει καὶ μοτώσει ἡμᾶς
Come, and let us return to the LORD: for he has torn, and he will heal us; he has smitten, and he will bind us up.
2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
After two days will he revive us: in the third day he will raise us up, and we shall live in his sight.
3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ
Then shall we know, if we follow on to know the LORD: his going forth is prepared as the morning; and he shall come to us as the rain, as the latter and former rain to the earth.
4 τί σοι ποιήσω Εφραιμ τί σοι ποιήσω Ιουδα τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη
O Ephraim, what shall I do to you? O Judah, what shall I do to you? for your goodness is as a morning cloud, and as the early dew it goes away.
5 διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται
Therefore have I hewed them by the prophets; I have slain them by the words of my mouth: and your judgments are as the light that goes forth.
6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα
For I desired mercy, and not sacrifice; and the knowledge of God more than burnt offerings.
7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην ἐκεῖ κατεφρόνησέν μου
But they like men have transgressed the covenant: there have they dealt treacherously against me.
8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ
Gilead is a city of them that work iniquity, and is polluted with blood.
9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου ἐφόνευσαν Σικιμα ὅτι ἀνομίαν ἐποίησαν
And as troops of robbers wait for a man, so the company of priests murder in the way by consent: for they commit lewdness.
10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Εφραιμ ἐμιάνθη Ισραηλ καὶ Ιουδα
I have seen an horrible thing in the house of Israel: there is the prostitution of Ephraim, Israel is defiled.
11 ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου
Also, O Judah, he has set an harvest for you, when I returned the captivity of my people.

< Ὡσηέʹ 6 >