< Γένεσις 26 >

1 ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα
And there was a famine in the lande besides the first famine that was in the dayes of Abraham. Wherefore Izhak went to Abimelech King of the Philistims vnto Gerar.
2 ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω
For the Lord appeared vnto him, and sayde, Goe not downe into Egypt, but abide in the land which I shall shewe vnto thee.
3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου
Dwell in this lande, and I will be with thee, and will blesse thee: for to thee, and to thy seede I will giue all these countreys: and I will performe the othe which I sware vnto Abraham thy father.
4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
Also I wil cause thy seede to multiply as the starres of heauen, and will giue vnto thy seede all these countreys: and in thy seede shall all the nations of the earth be blessed,
5 ἀνθ’ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
Because that Abraham obeyed my voyce and kept mine ordinance, my commandements, my statutes, and my Lawes.
6 καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις
So Izhak dwelt in Gerar.
7 ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν
And the men of the place asked him of his wife, and he sayd, She is my sister: for he feared to say, She is my wife, least, sayde he, the men of the place shoulde kill me, because of Rebekah: for she was beautifull to the eye.
8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ
So after hee had bene there long time, Abimelech King of the Philistims looked out at a windowe, and loe, he sawe Izhak sporting with Rebekah his wife.
9 ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δῑ αὐτήν
Then Abimelech called Izhak, and sayde, Loe, shee is of a suertie thy wife, and why saydest thou, She is my sister? To whom Izhak answered, Because I thought this, It may be that I shall dye for her.
10 εἶπεν δὲ αὐτῷ Αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ’ ἡμᾶς ἄγνοιαν
Then Abimelech said, Why hast thou done this vnto vs? one of the people had almost lien by thy wife, so shouldest thou haue brought sinne vpon vs.
11 συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται
Then Abimelech charged all his people, saying, He that toucheth this man, or his wife, shall die the death.
12 ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
Afterwarde Izhak sowed in that lande, and founde in the same yeere an hundreth folde by estimation: and so the Lord blessed him.
13 καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα
And the man waxed mightie, and stil increased, till he was exceeding great,
14 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ
For he had flockes of sheepe, and heards of cattell, and a mightie housholde: therefore the Philistims had enuy at him.
15 καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς
In so much that the Philistims stopped and filled vp with earth all the welles, which his fathers seruantes digged in his father Abrahams time.
16 εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ’ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα
Then Abimelech sayde vnto Izhak, Get thee from vs, for thou art mightier then wee a great deale.
17 καὶ ἀπῆλθεν ἐκεῖθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ
Therefore Izhak departed thence and pitched his tent in the valley of Gerar, and dwelt there.
18 καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ
And Izhak returning, digged the welles of water, which they had digged in the dayes of Abraham his father: for the Philistims had stopped them after the death of Abraham, and hee gaue them the same names, which his father gaue them.
19 καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος
Izhaks seruantes then digged in the valley, and found there a well of liuing water.
20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν
But the herdmen of Gerar did striue with Izhaks herdmen, saying, The water is ours: therefore called he the name of the well Esek, because they were at strife with him.
21 ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία
Afterwarde they digged another well, and stroue for that also, and he called the name of it Sitnah.
22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς
Then he remoued thence, and digged an other well, for the which they stroue not: therefore called hee the name of it Rehoboth, and sayde, Because the Lord hath nowe made vs roome, we shall increase vpon the earth.
23 ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
So he went vp thence to Beer-sheba.
24 καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου
And the Lord appeared vnto him the same night, and sayde, I am the God of Abraham thy father: feare not, for I am with thee, and wil blesse thee, and will multiplie thy seede for my seruant Abrahams sake.
25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ φρέαρ
Then he builte an altar there, and called vpon the Name of the Lord, and there spred his tent: where also Izhaks seruauntes digged a well.
26 καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ
Then came Abimelech to him from Gerar, and Ahuzzath one of his friendes, and Phichol the captaine of his armie.
27 καὶ εἶπεν αὐτοῖς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν
To whom Izhak sayd, Wherefore come ye to me, seeing ye hate mee and haue put mee away from you?
28 καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
Who answered, Wee sawe certainely that the Lord was with thee, and wee thought thus, Let there be nowe an othe betweene vs, euen betweene vs and thee, and let vs make a couenant with thee.
29 μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου
If thou shalt do vs no hurt, as we haue not touched thee, and as we haue done vnto thee nothing but good, and sent thee away in peace: thou nowe, the blessed of the Lord, doe this.
30 καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
Then hee made them a feast, and they dyd eate and drinke.
31 καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας
And they rose vp betimes in the morning, and sware one to another: then Izhak let them go, and they departed from him in peace.
32 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ
And that same day Izhaks seruantes came and tolde him of a well, which they had digged, and said vnto him, We haue found water.
33 καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας
So hee called it Shibah: therefore the name of the citie is called Beer-sheba vnto this day.
34 ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου
Nowe when Esau was fourtie yeere olde, he tooke to wife Iudith, the daughter of Beeri an Hittite, and Bashemath the daughter of Elon an Hittite also.
35 καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα
And they were a griefe of minde to Izhak and to Rebekah.

< Γένεσις 26 >