< Γένεσις 23 >

1 ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά
Και έζησεν η Σάρρα εκατόν εικοσιεπτά έτη· ταύτα είναι τα έτη της ζωής της Σάρρας.
2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἥ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γῇ Χανααν ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι
Και απέθανεν η Σάρρα εν Κιριάθ-αρβά· αύτη είναι η Χεβρών εν γη Χαναάν· και ήλθεν ο Αβραάμ διά να κλαύση την Σάρραν και να πενθήση αυτήν.
3 καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων
Και σηκωθείς ο Αβραάμ απ' έμπροσθεν του νεκρού αυτού, ελάλησε προς τους υιούς του Χετ λέγων,
4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ’ ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ
ξένος και πάροικος είμαι εγώ μεταξύ σας· δότε μοι κτήμα τάφου μεταξύ σας, διά να θάψω τον νεκρόν μου απ' έμπροσθέν μου.
5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
Απεκρίθησαν δε οι υιοί του Χετ προς τον Αβραάμ λέγοντες προς αυτόν,
6 μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ
Άκουσον ημάς, κύριέ μου· συ είσαι μεταξύ ημών ηγεμών εκ Θεού· θάψον τον νεκρόν σου εις το εκλεκτότερον εκ των μνημείων ημών· ουδείς εξ ημών θέλει αρνηθή το μνημείον αυτού προς σε, διά να θάψης τον νεκρόν σου.
7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς Χετ
Τότε σηκωθείς ο Αβραάμ προσεκύνησε προς τον λαόν του τόπου, προς τους υιούς του Χέτ·
8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ
και ελάλησε προς αυτούς λέγων, Εάν ευαρεστήται η ψυχή σας να θάψω τον νεκρόν μου απ' έμπροσθέν μου, ακούσατέ μου και μεσιτεύσατε υπέρ εμού προς τον Εφρών τον υιόν του Σωάρ,
9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου
και ας μοι δώση το σπήλαιον αυτού Μαχπελάχ, το εν τη άκρα του αγρού αυτού· εις πλήρη τιμήν ας μοι δώση αυτό, διά κτήμα τάφου μεταξύ σας.
10 Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
Ο δε Εφρών εκάθητο εν τω μέσω των υιών του Χέτ· και απεκρίθη ο Εφρών ο Χετταίος προς τον Αβραάμ εις επήκοον των υιών του Χετ, πάντων των εισερχομένων εις την πύλην της πόλεως αυτού, λέγων,
11 παρ’ ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου
Ουχί, κύριέ μου, άκουσόν μου· σοι δίδω τον αγρόν, σοι δίδω και το σπήλαιον το εν αυτώ· επί παρουσία των υιών του λαού μου δίδω αυτά εις σέ· θάψον τον νεκρόν σου.
12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
Και προσεκύνησεν ο Αβραάμ έμπροσθεν του λαού του τόπου·
13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ’ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ
και είπε προς τον Εφρών εις επήκοον του λαού του τόπου λέγων, Εάν συ θέλης, άκουσόν μου, παρακαλώ· θέλω δώσει το αργύριον του αγρού· λάβε αυτό παρ' εμού, και θέλω θάψει τον νεκρόν μου εκεί.
14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων
Ο δε Εφρών απεκρίθη προς τον Αβραάμ, λέγων προς αυτόν,
15 οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον
Ακουσόν μου, κύριέ μου· γη τετρακοσίων σίκλων αργυρίου, τι είναι μεταξύ εμού και σου; θάψον λοιπόν τον νεκρόν σου.
16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις
Και ήκουσεν ο Αβραάμ τον Εφρών· και εζύγισεν ο Αβραάμ εις τον Εφρών το αργύριον, το οποίον είπεν εις επήκοον των υιών του Χετ τετρακοσίους σίκλους αργυρίου, δεκτού μεταξύ εμπόρων.
17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ
Και ο αγρός του Εφρών, όστις ήτο εν Μαχπελάχ, έμπροσθεν της Μαμβρή, ο αγρός και το σπήλαιον το εν αυτώ και πάντα τα δένδρα τα εν τω αγρώ και εν πάσι τοις ορίοις κύκλω, ησφαλίσθησαν
18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν
εις τον Αβραάμ διά κτήμα, ενώπιον των υιών του Χετ, ενώπιον πάντων των εισερχομένων εις την πύλην της πόλεως αυτού.
19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ὅ ἐστιν ἀπέναντι Μαμβρη αὕτη ἐστὶν Χεβρων ἐν τῇ γῇ Χανααν
Και μετά ταύτα έθαψεν ο Αβραάμ Σάρραν την γυναίκα αυτού εν τω σπηλαίω του αγρού Μαχπελάχ, έμπροσθεν της Μαμβρή· αύτη είναι Χεβρών εν γη Χαναάν.
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ
Και ο αγρός και το σπήλαιον το εν αυτώ, ησφαλίσθησαν εις τον Αβραάμ διά κτήμα τάφον παρά των υιών του Χετ.

< Γένεσις 23 >