< Ἰεζεκιήλ 8 >

1 καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάθηντο ἐνώπιόν μου καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου
در روز پنجم ماه ششم از سال ششم اسارت، در خانهٔ خود با بزرگان یهودا گفتگو می‌کردم که ناگاه دست خداوند یهوه بر من قرار گرفت.
2 καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου
همان موقع در رؤیا چیزی شبیه به انسان دیدم که بدنش از کمر به پایین مانند شعله‌های آتش تابان بود و از کمر به بالا، همچون فلزی براق می‌درخشید.
3 καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τῆς κορυφῆς μου καὶ ἀνέλαβέν με πνεῦμα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέν με εἰς Ιερουσαλημ ἐν ὁράσει θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης πρὸς βορρᾶν οὗ ἦν ἡ στήλη τοῦ κτωμένου
سپس چیزی شبیه به دست به طرفم دراز شد و موی سر مرا گرفت. آنگاه روح خدا در رؤیا مرا به آسمان بالا برد و به اورشلیم به دروازهٔ شمالی آورد، که در آنجا آن بت بزرگ که باعث خشم خداوند شده بود، قرار داشت.
4 καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα κυρίου θεοῦ Ισραηλ κατὰ τὴν ὅρασιν ἣν εἶδον ἐν τῷ πεδίῳ
ناگهان حضور پرجلال خدای اسرائیل را در آنجا دیدم، درست همان‌طور که قبلاً در بیابان دیده بودم.
5 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς
خداوند به من فرمود: «ای پسر انسان، به سمت شمال بنگر.» نگاه کردم و دیدم که آن بت بزرگ در کنار دروازهٔ شمالی مذبح قرار دارد.
6 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου καὶ ἔτι ὄψει ἀνομίας μείζονας
خداوند فرمود: «ای پسر انسان، می‌بینی چه می‌کنند؟ می‌بینی قوم اسرائیل در اینجا به چه گناهان وحشتناکی دست می‌زنند و باعث می‌شوند از خانهٔ مقدّسم دور شوم؟ ولی بیا تا گناهان بدتر از اینها را هم به تو نشان بدهم!»
7 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς
آنگاه مرا به دروازهٔ حیاط بیرونی خانهٔ خدا آورد و سوراخی در دیوار به من نشان داد.
8 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ὄρυξον καὶ ὤρυξα καὶ ἰδοὺ θύρα μία
گفت: «حالا دیوار را بکن!» دیوار را کندم تا به در اتاقی رسیدم.
9 καὶ εἶπεν πρός με εἴσελθε καὶ ἰδὲ τὰς ἀνομίας ἃς οὗτοι ποιοῦσιν ὧδε
گفت: «داخل شو و ببین چه کارهای زشت و نفرت‌انگیزی در آنجا انجام می‌دهند!»
10 καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ
پس داخل شدم و دیدم که بر روی دیوارها، تصاویر مار و حیوانات زشت و ناپاک، و بتهای اسرائیل نقش شده است.
11 καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ καὶ Ιεζονιας ὁ τοῦ Σαφαν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν
هفتاد نفر از بزرگان اسرائیل با یازنیا (پسر شافان) آنجا ایستاده بودند و آن تصاویر را پرستش می‌کردند. هر یک از ایشان آتشدانی پر از بخور در دست داشت و ابر غلیظی از دود بخور بالای سرشان تشکیل شده بود.
12 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν διότι εἶπαν οὐχ ὁρᾷ ὁ κύριος ἐγκαταλέλοιπεν κύριος τὴν γῆν
خداوند به من فرمود: «ای پسر انسان، آیا می‌بینی بزرگان اسرائیل در خفا چه می‌کنند؟ می‌گویند:”خداوند ما را نمی‌بیند! او این سرزمین را رها کرده است!“»
13 καὶ εἶπεν πρός με ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσιν
سپس گفت: «بیا تا گناهان بدتر از اینها را به تو نشان دهم.»
14 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμουζ
آنگاه مرا به دروازهٔ شمالی خانهٔ خداوند آورد و زنانی را نشان داد که آنجا نشسته بودند و برای مرگ خدای خود، تموز گریه می‌کردند.
15 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἑώρακας καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων
خداوند فرمود: «می‌بینی؟ ولی از این بدتر را هم به تو نشان خواهم داد.»
16 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ κυρίου ἀνὰ μέσον τῶν αιλαμ καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳ
سپس مرا به حیاط داخلی خانهٔ خداوند آورد. آنجا در کنار دروازهٔ خانهٔ خداوند و بین ایوان و مذبح مفرغین، در حدود بیست و پنج نفر پشت به عبادتگاه و رو به مشرق ایستاده بودند و آفتاب را پرستش می‌کردند!
17 καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε διότι ἔπλησαν τὴν γῆν ἀνομίας καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες
پرسید: «می‌بینی؟ آیا فکر می‌کنی برای مردم یهودا مهم است که مرتکب این گناهان زشت می‌شوند؟ علاوه بر تمام این کارها، همه جا را از ظلم و ستم پر ساخته‌اند. ببین چطور به من اهانت می‌کنند و به آتش خشم من دامن می‌زنند!
18 καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω
بنابراین، من نیز با خشم و غضب با ایشان رفتار خواهم کرد. بر آنان رحم نخواهم نمود و از جانشان نخواهم گذشت و اگرچه فریاد کمک برآورند، گوش نخواهم داد.»

< Ἰεζεκιήλ 8 >