< Ἰεζεκιήλ 43 >

1 καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με
سپس آن مرد بار دیگر مرا به کنار دروازهٔ حیاط بیرونی که رو به مشرق بود آورد.
2 καὶ ἰδοὺ δόξα θεοῦ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν
ناگهان حضور پرجلال خدای اسرائیل از مشرق پدیدار شد. صدای او مانند غرش آبهای خروشان بود و زمین از حضور پر جلالش روشن شد.
3 καὶ ἡ ὅρασις ἣν εἶδον κατὰ τὴν ὅρασιν ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν καὶ ἡ ὅρασις τοῦ ἅρματος οὗ εἶδον κατὰ τὴν ὅρασιν ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
آنچه در این رؤیا دیدم شبیه رؤیایی بود که در کنار رود کِبار دیده بودم و نیز رؤیایی که در آن، او را وقتی برای ویران کردن اورشلیم می‌آمد دیدم. سپس در حضور او به خاک افتادم
4 καὶ δόξα κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς
و در این هنگام حضور پرجلال خداوند از دروازهٔ شرقی داخل خانهٔ خدا شد.
5 καὶ ἀνέλαβέν με πνεῦμα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἶκος
آنگاه روح خدا مرا از زمین بلند کرد و به حیاط داخلی آورد. حضور پرجلال خداوند خانهٔ خدا را پر کرد.
6 καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου
صدای خداوند را شنیدم که از داخل خانهٔ خدا با من صحبت می‌کرد. (مردی که قسمتهای مختلف خانهٔ خدا را اندازه می‌گرفت هنوز در کنار من ایستاده بود.)
7 καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ισραηλ τὸν αἰῶνα καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν
خداوند به من فرمود: «ای پسر انسان، اینجا جایگاه تخت سلطنت من و محل استقرار من است؛ در اینجا تا ابد در میان قوم اسرائیل ساکن خواهم بود. ایشان و پادشاهان ایشان بار دیگر با پرستش خدایان و ستونهای یادبود سلاطین خود، نام قدوس مرا بی‌حرمت نخواهند کرد.
8 ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ ἐν φόνῳ
آنها بتکده‌های خود را در کنار خانهٔ من بنا کردند. فاصلهٔ بین من و بتهای آنان فقط یک دیوار بود و در آنجا بتهای خود را می‌پرستیدند. چون با این اعمال قبیح خود نام مرا لکه‌دار کردند، من هم با خشم خود ایشان را هلاک نمودم.
9 καὶ νῦν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς φόνους τῶν ἡγουμένων αὐτῶν ἀπ’ ἐμοῦ καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα
حال، بتها و ستونهای یادبود سلاطین را از خود دور کنید تا من تا ابد در میان شما ساکن شوم.
10 καὶ σύ υἱὲ ἀνθρώπου δεῖξον τῷ οἴκῳ Ισραηλ τὸν οἶκον καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ
«ای پسر انسان، خانهٔ خدا را که به تو نشان داده‌ام برای قوم اسرائیل تشریح کن و ایشان را از نما و طرح آن آگاه ساز تا از همهٔ گناهان خود خجل شوند.
11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὧν ἐποίησαν καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
اگر از آنچه که انجام داده‌اند، واقعاً شرمنده شدند، آنگاه تمام جزئیات ساختمان را برای ایشان شرح بده یعنی جزئیات درها، راههای ورودی و هر چیز دیگری که مربوط به آن می‌شود. همهٔ مقررات و قوانین آن را برای ایشان بنویس.
12 καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων
این است قانون خانۀ خدا: تمام محوطهٔ خانهٔ خدا که بر فراز تپه بنا شده، مقدّس است. بله، قانون خانهٔ خدا همین است.»
13 καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς κόλπωμα βάθος ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου
اندازه‌های مذبح این است: بلندی پایهٔ مربع شکل آن نیم متر و بلندی لبهٔ دور تا دور پایه یک وجب بود.
14 ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεος καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς
روی پایه، یک سکوی چهارگوش به بلندی یک متر قرار داشت که از هر طرف نیم متر با لبهٔ پایه فاصله داشت. روی این سکو، سکوی دیگری به بلندی دو متر ساخته شده بود. این سکو هم از هر طرف نیم متر با لبهٔ سکوی اول فاصله داشت.
15 καὶ τὸ αριηλ πηχῶν τεσσάρων καὶ ἀπὸ τοῦ αριηλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς
سکوی سوم نیز به همین ترتیب روی سکوی دوم قرار گرفته بود. قربانیها را روی سکوی سوم که چهار شاخ بر چهار گوشهٔ آن بود می‌سوزاندند.
16 καὶ τὸ αριηλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ
هر ضلع سکوی سوم شش متر بود.
17 καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ’ ἀνατολάς
هر ضلع سکوی مربع شکل دوم هفت متر و ارتفاع لبهٔ سکو یک وجب بود. (فاصلهٔ لبهٔ پایه تا سکوی اول، از هر طرف نیم متر بود.) در سمت شرقی مذبح پله‌هایی برای بالا رفتن از آن وجود داشت.
18 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναφέρειν ἐπ’ αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα
خداوند یهوه به من فرمود: «ای پسر انسان، به آنچه می‌گویم توجه کن! وقتی این مذبح ساخته شد باید قربانیهای سوختنی بر آن تقدیم شود و خون آنها روی مذبح پاشیده گردد.
19 καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός τοῦ λειτουργεῖν μοι μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας
برای این کار به کاهنانی که از قبیلهٔ لاوی و از نسل صادوق هستند و می‌توانند برای خدمت به حضور من بیایند، یک گوساله برای قربانی گناه بده.
20 καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό
سپس، خودت مقداری از خونش را بردار و بر چهار شاخ مذبح و بر چهار گوشهٔ سکوی میانی و لبهٔ آن بپاش. با این عمل، مذبح را طاهر ساخته، آن را تبرک می‌نمایی.
21 καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωθεν τῶν ἁγίων
بعد گوساله‌ای را که برای قربانی گناه تقدیم شده بگیر و آن را در جای تعیین شده، بیرون از خانهٔ خدا بسوزان.
22 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ
«روز دوم یک بز نر بی‌عیب برای قربانی گناه تقدیم کن تا مذبح با خون آن طاهر شود همان‌گونه که با خون گوساله طاهر شده بود.
23 καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον
وقتی این مراسم تطهیر را انجام دادی، یک گوساله و یک قوچ بی‌عیب از میان گله بگیر و آنها را قربانی کن.
24 καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ’ αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ κυρίῳ
آنها را به حضور من بیاور تا کاهنان روی آنها نمک پاشیده، آنها را به عنوان قربانی سوختنی تقدیم کنند.
25 ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ’ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν
«تا هفت روز، هر روز یک بز نر، یک گوساله و یک قوچ از میان گله گرفته، آنها را به عنوان قربانی گناه تقدیم کن. همهٔ آنها باید بی‌عیب باشند.
26 ἑπτὰ ἡμέρας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτὸ καὶ πλήσουσιν χεῖρας αὐτῶν
این کار را به منظور تبرک مذبح تا هفت روز انجام بده تا به این طریق مذبح طاهر و آماده شود.
27 καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγει κύριος
بعد از این هفت روز، کاهنان باید قربانیهای سوختنی و قربانیهای سلامتی را که مردم می‌آورند، روی مذبح تقدیم کنند. آنگاه من از شما خشنود خواهم شد. این را من که خداوند یهوه هستم می‌گویم.»

< Ἰεζεκιήλ 43 >