< Ἔξοδος 33 >

1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν
And the LORD said unto Moses, Depart, and go up behind, you and the people which you have brought up out of the land of Egypt, unto the land which I swore unto Abraham, to Isaac, and to Jacob, saying, Unto your seed will I give it:
2 καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον
And I will send an angel before you; and I will drive out the Canaanite, the Amorite, and the Hittite, and the Perizzite, the Hivite, and the Jebusite:
3 καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ
Unto a land flowing with milk and honey: for I will not go up in the midst of you; for you are a stubborn people: lest I consume you in the way.
4 καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς
And when the people heard these evil tidings, they mourned: and no man did put on him his ornaments.
5 καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ὑμεῖς λαὸς σκληροτράχηλος ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι
For the LORD had said unto Moses, Say unto the children of Israel, All of you are a stubborn people: I will come up into the midst of you in a moment, and consume you: therefore now put off your ornaments from you, that I may know what to do unto you.
6 καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ
And the children of Israel stripped themselves of their ornaments by the mount Horeb.
7 καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς
And Moses took the tabernacle, and pitched it without the camp, far off from the camp, and called it the Tabernacle of the congregation. And it came to pass, that every one which sought the LORD went out unto the tabernacle of the congregation, which was without the camp.
8 ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν
And it came to pass, when Moses went out unto the tabernacle, that all the people rose up, and stood every man at his tent door, and looked after Moses, until he was gone into the tabernacle.
9 ὡς δ’ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἐλάλει Μωυσῇ
And it came to pass, as Moses entered into the tabernacle, the cloudy pillar descended, and stood at the door of the tabernacle, and the Lord talked with Moses.
10 καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ
And all the people saw the cloudy pillar stand at the tabernacle door: and all the people rose up and worshipped, every man in his tent door.
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς
And the LORD spoke unto Moses face to face, as a man speaks unto his friend. And he turned again into the camp: but his servant Joshua, the son of Nun, a young man, departed not out of the tabernacle.
12 καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν τοῦτον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ’ ἐμοῦ σὺ δέ μοι εἶπας οἶδά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ’ ἐμοί
And Moses said unto the LORD, See, you say unto me, Bring up this people: and you have not let me know whom you will send with me. Yet you have said, I know you by name, and you have also found grace in my sight.
13 εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστῶς ἴδω σε ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο
Now therefore, I pray you, if I have found grace in your sight, show me now your way, that I may know you, that I may find grace in your sight: and consider that this nation is your people.
14 καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε
And he said, My presence shall go with you, and I will give you rest.
15 καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύῃ μή με ἀναγάγῃς ἐντεῦθεν
And he said unto him, If your presence go not with me, carry us not up behind.
16 καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν
For wherein shall it be known here that I and your people have found grace in your sight? is it not in that you go with us? so shall we be separated, I and your people, from all the people that are upon the face of the earth.
17 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας
And the LORD said unto Moses, I will do this thing also that you have spoken: for you have found grace in my sight, and I know you by name.
18 καὶ λέγει δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν
And he said, I plead to you, show me your glory.
19 καὶ εἶπεν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω
And he said, I will make all my goodness pass before you, and I will proclaim the name of the LORD before you; and will be gracious to whom I will be gracious, and will show mercy on whom I will show mercy.
20 καὶ εἶπεν οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται
And he said, You can not see my face: for there shall no man see me, and live.
21 καὶ εἶπεν κύριος ἰδοὺ τόπος παρ’ ἐμοί στήσῃ ἐπὶ τῆς πέτρας
And the LORD said, Behold, there is a place by me, and you shall stand upon a rock:
22 ἡνίκα δ’ ἂν παρέλθῃ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω
And it shall come to pass, while my glory passes by, that I will put you in a cleft of the rock, and will cover you with my hand while I pass by:
23 καὶ ἀφελῶ τὴν χεῖρα καὶ τότε ὄψῃ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι
And I will take away mine hand, and you shall see my back parts: but my face shall not be seen.

< Ἔξοδος 33 >