< Ἔξοδος 28 >

1 καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ ἱερατεύειν μοι Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ υἱοὺς Ααρων
«برادر خود هارون و پسرانش ناداب، ابیهو، العازار و ایتامار را از سایر مردم اسرائیل جدا کرده، به مقام کاهنی تعیین کن تا مرا خدمت کنند.
2 καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν
لباسهای مخصوصی برای هارون تهیه کن تا معلوم باشد که او برای خدمت من جدا شده است. لباسهای او زیبا و برازندهٔ کار مقدّس او باشد.
3 καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον ἐν ᾗ ἱερατεύσει μοι
به کسانی که استعداد و مهارت دوزندگی داده‌ام دستور بده لباسهای هارون را تهیه کنند لباسهایی که با لباسهای سایر مردم فرق داشته باشد و معلوم شود که او در مقام کاهنی به من خدمت می‌کند.
4 καὶ αὗται αἱ στολαί ἃς ποιήσουσιν τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην καὶ ποιήσουσιν στολὰς ἁγίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι
لباسهایی که باید دوخته شوند اینها هستند: سینه‌پوش، ایفود، ردا، پیراهن نقشدار، دستار و شال کمر. برای برادرت هارون و پسرانش هم باید از همین لباسها دوخت تا بتوانند در مقام کاهنی به من خدمت کنند.
5 καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
پس طلا و نخهای آبی، ارغوانی و قرمز، و نیز کتان ریزبافت به آنها بده.
6 καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης ἔργον ὑφαντὸν ποικιλτοῦ
«صنعتگران باید ایفود را از کتان ریزبافت تابیده تهیه کرده، آن را ماهرانه با طلا، نخهای آبی، ارغوانی و قرمز گلدوزی کنند.
7 δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι
«این جلیقهٔ بلند از دو قسمت، جلو و پشت، که روی شانه‌ها با دو بند به هم می‌پیوندند، تشکیل شود.
8 καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπ’ αὐτῷ κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης
بند کمر ایفود هم باید متصل به آن و از جنس خودش باشد، یعنی از رشته‌های طلا و کتان تابیده ریز‌بافت و نخهای آبی، ارغوانی و قرمز.
9 καὶ λήμψῃ τοὺς δύο λίθους λίθους σμαράγδου καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ
«دو سنگ جزع تهیه کن و نامهای دوازده قبیلهٔ بنی‌اسرائیل را روی آنها حک کن.
10 ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν
یعنی روی هر سنگ شش نام به ترتیب سن آنها.
11 ἔργον λιθουργικῆς τέχνης γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασιν τῶν υἱῶν Ισραηλ
مثل یک خاتم‌کار و حکاک ماهر نامها را روی سنگها حک کن و آنها را در قابهای طلا بگذار.
12 καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος λίθοι μνημοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ μνημόσυνον περὶ αὐτῶν
سپس آنها را روی شانه‌های ایفود نصب کن تا بدین ترتیب هارون نامهای قبایل بنی‌اسرائیل را به حضور من بیاورد و من به یاد آنها باشم.
13 καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ
همچنین قابهای طلایی بساز
14 καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ καταμεμιγμένα ἐν ἄνθεσιν ἔργον πλοκῆς καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων
و دو زنجیر تابیده از طلای خالص درست کن و آنها را به قابهای طلایی که روی شانه‌های ایفود است وصل کن.
15 καὶ ποιήσεις λογεῖον τῶν κρίσεων ἔργον ποικιλτοῦ κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό
«برای کاهن یک سینه‌پوش جهت پی بردن به خواست خداوند درست کن. آن را مانند ایفود از کتان ریز‌بافت تابیده، نخهای آبی، ارغوانی و قرمز و رشته‌های طلا بساز و روی آن را با دقت گلدوزی کن.
16 τετράγωνον ἔσται διπλοῦν σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος
این سینه‌پوش باید دولا و مثل یک کیسه چهارگوش به ضلع یک وجب باشد.
17 καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων ἔσται σάρδιον τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς
چهار ردیف سنگ قیمتی روی آن نصب کن. ردیف اول عقیق سرخ، یاقوت زرد و یاقوت آتشی باشد.
18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις
ردیف دوم زمرد، یاقوت کبود و الماس.
19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον ἀχάτης καὶ ἀμέθυστος
ردیف سوم فیروزه، عقیق یمانی و یاقوت بنفش.
20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκαλυμμένα χρυσίῳ συνδεδεμένα ἐν χρυσίῳ ἔστωσαν κατὰ στίχον αὐτῶν
ردیف چهارم زبرجد، جزع و یشم. همهٔ آنها باید قابهای طلا داشته باشند.
21 καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς
هر یک از این سنگها علامت یکی از دوازده قبیلهٔ بنی‌اسرائیل خواهد بود و نام آن قبیله روی آن سنگ حک خواهد شد.
22 καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ
«برای وصل کردن سینه‌پوش به ایفود، زنجیرهایی تابیده از طلای خالص درست کن.
سپس دو حلقۀ طلایی بساز و آنها را بر دو گوشۀ سینه‌پوش بگذار.
دو زنجیر را در حلقه‌های دو گوشۀ سینه‌پوش بگذار،
و دو سر دیگر زنجیرها را از جلو به قابهای طلای روی شانه‌ها وصل کن.
دو حلقهٔ طلای دیگر نیز درست کن و آنها را به دو گوشهٔ پایینی سینه‌پوش، روی لایهٔ زیرین، ببند.
دو حلقهٔ طلای دیگر هم درست کن و آنها را در قسمت جلوی ایفود و کمی بالاتر از بند کمر نصب کن.
بعد حلقه‌های سینه‌پوش را با نوار آبی رنگ به حلقه‌های ایفود که بالاتر از بند کمر قرار دارد ببند تا سینه‌پوش از ایفود جدا نشود.
29 καὶ λήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι τοῦ θεοῦ καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κροσσούς τὰ ἁλυσιδωτὰ ἐπ’ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον
«به این ترتیب وقتی هارون به قدس وارد می‌شود، نامهای تمام قبایل بنی‌اسرائیل را که روی سینه‌پوش کنده شده، با خود حمل خواهد کرد تا به این وسیله قوم همیشه در نظر خداوند باشند.
30 καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός
اوریم و تُمّیم را داخل سینه‌پوش بگذار تا وقتی هارون به حضور من می‌آید آنها همیشه روی قلب او باشند و او بتواند خواست مرا در مورد قوم اسرائیل دریابد.
31 καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον
«ردایی که زیر ایفود است باید از پارچهٔ آبی باشد.
32 καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ ἵνα μὴ ῥαγῇ
شکافی برای سر، در آن باشد. حاشیهٔ این شکاف باید با دست بافته شود تا پاره نگردد.
33 καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ
با نخهای آبی، ارغوانی و قرمز، منگوله‌هایی به شکل انار درست کن و دور تا دور لبهٔ دامن ردا بیاویز و زنگوله‌هایی از طلا بین آنها قرار بده.
34 παρὰ ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ
زنگوله‌های طلا و انارها باید یکی در میان، دور تا دور لبۀ دامن ردا باشند.
35 καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνῃ
هارون در موقع خدمت خداوند باید ردا را بپوشد تا وقتی که به حضور من به قدس وارد می‌شود یا از آن بیرون می‌رود، صدای زنگوله‌ها شنیده شود، مبادا بمیرد.
36 καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίου
«یک نیم تاج از طلای خالص بساز و این کلمات را مانند مُهر، روی آن حک کن:”مقدّس برای خداوند“.
37 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τῆς μίτρας κατὰ πρόσωπον τῆς μίτρας ἔσται
این نیم تاج را با یک نوار آبی رنگ به دستارِ هارون ببند به‌طوری که در جلوی دستار قرار گیرد.
38 καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοῖς ἔναντι κυρίου
این نیم تاج باید بر پیشانی هارون باشد تا او بار هر خطایی را که ممکن است بنی‌اسرائیل در حین تقدیم قربانیهای مقدّس انجام دهند، بر خود حمل کند. هارون باید همیشه این نیم تاج را روی پیشانی خود داشته باشد تا آن قربانیها مقبول خداوند واقع شوند.
39 καὶ οἱ κόσυμβοι τῶν χιτώνων ἐκ βύσσου καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις ἔργον ποικιλτοῦ
«پیراهن هارون را از کتان ریزبافت بباف؛ همچنین دستار را. شال کمر گلدوزی شده نیز برای او درست کن.
40 καὶ τοῖς υἱοῖς Ααρων ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν
«برای پسران هارون نیز پیراهن، شال کمر و کلاه تهیه کن. این لباسها باید زیبا و برازنده کار مقدّس ایشان باشند.
41 καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ’ αὐτοῦ καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς ἵνα ἱερατεύωσίν μοι
این لباسها را به هارون و پسرانش بپوشان. با روغن زیتون آنها را مسح کن و ایشان را برای خدمت کاهنی تعیین و تقدیس نما.
42 καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται
برای پوشاندن برهنگی لگن تا ران ایشان، لباس زیر از جنس کتان بدوز که اندازهٔ آن از کمر تا بالای زانو باشد.
43 καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν ἵνα μὴ ἀποθάνωσιν νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν
هارون و پسرانش، وقتی به خیمۀ ملاقات داخل می‌شوند، یا نزدیک مذبح می‌آیند تا در قدس خدمت کنند، باید این لباسها را بپوشند، مبادا متحمل گناه شده، بمیرند. این آیین برای هارون و نسل او یک قانون جاودانی خواهد بود.

< Ἔξοδος 28 >