< Ἔξοδος 1 >

1 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν
Και ταύτα είναι τα ονόματα των υιών Ισραήλ, των εισελθόντων εις Αίγυπτον μετά του Ιακώβ· έκαστος μετά της οικογένειας αυτού εισήλθον.
2 Ρουβην Συμεων Λευι Ιουδας
Ρουβήν, Συμεών, Λευΐ και Ιούδας,
3 Ισσαχαρ Ζαβουλων καὶ Βενιαμιν
Ισσάχαρ, Ζαβουλών και Βενιαμίν,
4 Δαν καὶ Νεφθαλι Γαδ καὶ Ασηρ
Δαν και Νεφθαλί, Γαδ και Ασήρ.
5 Ιωσηφ δὲ ἦν ἐν Αἰγύπτῳ ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα
Και πάσαι αι ψυχαί αι εξελθούσαι εκ του μηρού του Ιακώβ ήσαν ψυχαί εβδομήκοντα· ο δε Ιωσήφ ήτο ήδη εν Αιγύπτω.
6 ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη
Ετελεύτησε δε ο Ιωσήφ και πάντες οι αδελφοί αυτού, και πάσα η γενεά εκείνη.
7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς
Και ηυξήνθησαν οι υιοί Ισραήλ και επληθύνθησαν, και επολλαπλασιάσθησαν, και ενεδυναμώθησαν σφόδρα, ώστε ο τόπος εγέμισεν απ' αυτών.
8 ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ιωσηφ
Εσηκώθη δε νέος βασιλεύς επί την Αίγυπτον, όστις δεν εγνώριζε τον Ιωσήφ.
9 εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς
Και είπε προς τον λαόν αυτού, Ιδού, ο λαός των υιών Ισραήλ είναι πολύ πλήθος και ισχυρότερος ημών·
10 δεῦτε οὖν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθῇ καί ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς
έλθετε, ας σοφισθώμεν κατ' αυτών, διά να μη πολλαπλασιασθώσι, και αν συμβή πόλεμος ενωθώσι και ούτοι μετά των εχθρών ημών και πολεμήσωσιν ημάς και αναχωρήσωσιν εκ του τόπου.
11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων ἥ ἐστιν Ἡλίου πόλις
Κατέστησαν λοιπόν επ' αυτούς επιστάτας των εργασιών, διά να καταθλίβωσιν αυτούς με τα βάρη αυτών· και ωκοδόμησαν εις τον Φαραώ πόλεις αποθηκών, την Πιθώμ και την Ραμεσσή.
12 καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ
Όσον όμως κατέθλιβον αυτούς, τόσω μάλλον επληθύνοντο και ηυξάνοντο. Και οι Αιγύπτιοι απεστρέφοντο τους υιούς Ισραήλ.
13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ
Και κατεδυνάστευον οι Αιγύπτιοι τους υιούς Ισραήλ αυστηρώς·
14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας
και κατεπίκραινον την ζωήν αυτών διά της σκληράς δουλείας εις τον πηλόν και εις τας πλίνθους, και εις πάσας τας εργασίας των πεδιάδων· πάσαι αι εργασίαι αυτών, με τας οποίας κατεδυνάστευον αυτούς, ήσαν αυστηραί.
15 καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων τῇ μιᾷ αὐτῶν ᾗ ὄνομα Σεπφωρα καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα
Και ελάλησεν ο βασιλεύς των Αιγυπτίων προς τας μαίας των Εβραίων, εκ των οποίων η μία ωνομάζετο Σεπφώρα, και η άλλη Φουά,
16 καὶ εἶπεν ὅταν μαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν ἐὰν μὲν ἄρσεν ᾖ ἀποκτείνατε αὐτό ἐὰν δὲ θῆλυ περιποιεῖσθε αὐτό
και είπεν, Όταν μαιεύητε τας Εβραίας και ίδητε αυτάς επί της γέννας, εάν μεν ήναι αρσενικόν, θανατόνετε αυτό· εάν δε ήναι θηλυκόν, τότε ας ζήση.
17 ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα
Εφοβήθησαν δε αι μαίαι τον Θεόν και δεν έκαμνον ως είπε προς αυτάς ο βασιλεύς της Αιγύπτου, αλλ' άφινον ζώντα τα αρσενικά.
18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα
Καλέσας δε ο βασιλεύς της Αιγύπτου τας μαίας, είπε προς αυτάς, Διά τι εκάμετε το πράγμα τούτο, και αφίνετε ζώντα τα αρσενικά;
19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον
Και απεκρίθησαν αι μαίαι προς τον Φαραώ, Ότι αι Εβραίαι δεν είναι ως αι γυναίκες της Αιγύπτου· διότι είναι εύρωστοι και γεννώσι πριν εισέλθωσιν εις αυτάς αι μαίαι.
20 εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα
Ο δε Θεός ηγαθοποίει τας μαίας· και επληθύνετο ο λαός και ενεδυναμούτο σφόδρα.
21 ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας
Και επειδή αι μαίαι εφοβούντο τον Θεόν, έκαμεν εις αυτάς οίκους.
22 συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό
Ο δε Φαραώ προσέταξε πάντα τον λαόν αυτού, λέγων, Παν αρσενικόν το οποίον γεννηθή, εις τον ποταμόν ρίπτετε αυτό· παν δε θηλυκόν, αφίνετε να ζη.

< Ἔξοδος 1 >