< Ἐσθήρ 4 >

1 ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ αἴρεται ἔθνος μηδὲν ἠδικηκός
وقتی مردخای از این توطئه باخبر شد، از شدت غم، لباس خود را پاره کرد و پلاس پوشیده خاکستر بر سر خود ریخت و با صدای بلند گریهٔ تلخی سر داده از میان شهر گذشت
2 καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν
تا به دروازهٔ کاخ سلطنتی رسید. اما نتوانست داخل شود، زیرا هیچ‌کس اجازه نداشت با پلاس وارد کاخ بشود.
3 καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ιουδαίοις σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς
وقتی فرمان پادشاه به استانها رسید، یهودیان عزا گرفتند. آنها گریه و زاری کردند و لب به غذا نزدند و اکثر ایشان پلاس در برکرده، روی خاکستر دراز کشیدند.
4 καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον ὁ δὲ οὐκ ἐπείσθη
وقتی ندیمه‌های استر و خواجه‌سرایان دربار از وضع مردخای خبر آوردند، استر بسیار محزون شد و برای مردخای لباس فرستاد تا به جای پلاس بپوشد، ولی مردخای قبول نکرد.
5 ἡ δὲ Εσθηρ προσεκαλέσατο Αχραθαῖον τὸν εὐνοῦχον αὐτῆς ὃς παρειστήκει αὐτῇ καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές
آنگاه استر، هتاک را که یکی از خواجه‌سرایان دربار بود و برای خدمتگزاری استر تعیین شده بود احضار کرد و او را فرستاد تا برود و از مردخای بپرسد که چه اتفاقی افتاده است و چرا پلاس پوشیده است.
6
هتاک به میدان شهر که روبروی دروازهٔ کاخ سلطنتی بود نزد مردخای رفت.
7 ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Αμαν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων ἵνα ἀπολέσῃ τοὺς Ιουδαίους
مردخای همه چیز را برای او تعریف کرد و از مبلغی که هامان در ازای کشتار یهودیان وعده داده بود به خزانهٔ سلطنتی بپردازد، خبر داد.
8 καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Εσθηρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ’ ἡμῶν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου
مردخای یک نسخه از فرمان پادشاه مبنی بر کشتار یهودیان را که در شوش صادر شده بود به هتاک داد تا به استر نشان دهد و از او بخواهد نزد پادشاه برود و برای قوم خود شفاعت کند.
9 εἰσελθὼν δὲ ὁ Αχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους
هتاک برگشت و پیغام مردخای را به استر رسانید.
10 εἶπεν δὲ Εσθηρ πρὸς Αχραθαῖον πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν ὅτι
استر به هتاک دستور داد پیش مردخای برگردد و به او چنین بگوید:
11 τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνή ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος οὐκ ἔστιν αὐτῷ σωτηρία πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον οὗτος σωθήσεται κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα εἰσὶν αὗται ἡμέραι τριάκοντα
«تمام مردم این مملکت می‌دانند که هر کس چه زن و چه مرد اگر بدون احضار از جانب پادشاه، وارد تالار مخصوص او بشود، طبق قانون کشته خواهد شد، مگر اینکه پادشاه عصای سلطنتی خود را به طرف او دراز کند. حال بیش از یک ماه است که پادشاه مرا احضار نکرده است تا شرفیاب شوم.»
12 καὶ ἀπήγγειλεν Αχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Εσθηρ
وقتی هتاک پیغام استر را به مردخای رساند،
13 καὶ εἶπεν Μαρδοχαῖος πρὸς Αχραθαῖον πορεύθητι καὶ εἰπὸν αὐτῇ Εσθηρ μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ιουδαίους
مردخای در جواب گفت که به استر چنین بگوید: «خیال نکن وقتی تمام یهودیان کشته شوند، تو در کاخ سلطنتی جان به در خواهی برد!
14 ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ιουδαίοις σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας
اگر در این موقعیت، تو ساکت بمانی رهایی برای یهود از جایی دیگر پدید خواهد آمد، اما تو و خاندانت کشته خواهید شد. از این گذشته کسی چه می‌داند، شاید برای همین زمان ملکه شده‌ای.»
15 καὶ ἐξαπέστειλεν Εσθηρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα
پس استر این پیغام را برای مردخای فرستاد:
16 βαδίσας ἐκκλησίασον τοὺς Ιουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ’ ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον ἐὰν καὶ ἀπολέσθαι με ᾖ
«برو و تمام یهودیان شوش را جمع کن تا برای من سه شبانه روز روزه بگیرند. من و ندیمه‌هایم نیز همین کار را می‌کنیم. سپس، من به حضور پادشاه خواهم رفت، هر چند این برخلاف قانون است. اگر کشته شدم، بگذار کشته شوم!»
17 καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ
پس مردخای رفت و هر چه استر گفته بود انجام داد.

< Ἐσθήρ 4 >