< Βασιλειῶν Βʹ 21 >

1 καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου καὶ εἶπεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας
در دوران سلطنت داوود، قحطی شد و این قحطی سه سال طول کشید. داوود به درگاه خداوند دعا کرد و خداوند فرمود: «این قحطی به سبب خطای شائول و خاندان اوست، زیرا آنها جبعونی‌ها را کشتند.»
2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ’ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα
پس داوود جبعونی‌ها را احضار نمود. (آنها جزو قوم اسرائیل نبودند، بلکه گروه کوچکی از اموری‌ها بودند. بنی‌اسرائیل قسم خورده بودند که آنها را نکشند؛ اما شائول به دلیل غیرتی که برای اسرائیل و یهودا داشت سعی کرد آنها را نابود کند.)
3 καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου
داوود از ایشان پرسید: «چطور می‌توانم ظلمی را که در حق شما شده، جبران کنم تا شما قوم خداوند را برکت دهید؟»
4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ καὶ εἶπεν τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν
آنها جواب دادند: «ما از خاندان شائول طلا و نقره نمی‌خواهیم. در ضمن راضی هم نیستیم که به خاطر ما کسی از اسرائیلی‌ها کشته شود.» داوود گفت: «شما هر چه بخواهید برایتان انجام می‌دهم.»
5 καὶ εἶπαν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ
آنها گفتند: «هفت نفر از پسران شائول را به دست ما بدهید، یعنی پسران مردی را که می‌کوشید ما را از بین ببرد تا از ما کسی در اسرائیل باقی نماند. ما آنها را در حضور خداوند در جِبعه، شهر شائول که پادشاه برگزیدهٔ خداوند بود، به دار می‌آویزیم.» پادشاه گفت: «بسیار خوب، این کار را می‌کنم.»
6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω
7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ
داوود به خاطر عهد و پیمانی که در حضور خداوند با یوناتان بسته بود، پسر او مفیبوشت را که نوهٔ شائول بود به دست ایشان نداد.
8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τῷ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι
ولی دو پسر شائول یعنی ارمونی و مفیبوشت را که مادرشان رصفه، دختر اَیه بود، به ایشان داد. همچنین پنج پسر میرب را هم که از دختر شائول، زن عدریئیل پسر برزلای محولاتی به دنیا آمده بودند، به دست آنها سپرد.
9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν
جبعونی‌ها آنها را روی کوه در حضور خداوند به دار آویختند. بدین ترتیب، این هفت نفر در آغاز فصل درو جو مردند.
10 καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός
سپس رصفه، کنیز شائول، پلاسی گرفت و آن را روی یک تخته سنگ نزدیک اجساد انداخت و تمام فصل درو در آنجا ماند تا نگذارد پرندگان در روز و درندگان در شب اجساد را بخورند.
11 καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων
وقتی داوود شنید که رصفه، دختر آیَه، مُتعۀ شائول چه کرده است،
12 καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε
ترتیبی داد که استخوانهای مردگان را دفن کنند. در ضمن از مردان یابیش جلعاد خواهش کرد استخوانهای شائول و پسرش یوناتان را برایش بیاورند. (وقتی شائول و یوناتان در جنگی که در کوه جلبوع واقع شد مردند، فلسطینی‌ها جنازه‌های آنها را در میدان شهر بیتْ‌شان به دار آویختند، ولی مردان یابیش جلعاد شبانه رفتند و جنازه‌های آنها را دزدیدند.) پس استخوانهای شائول و یوناتان را نزد داوود آورده، آنها را در قبر قیس، پدر شائول، واقع در صیلع در ملک بنیامین دفن کردند. سرانجام خداوند دعای داوود را مستجاب نمود و قحطی تمام شد.
13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων
14 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα
15 καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ
یک بار وقتی فلسطینی‌ها با اسرائیلی‌ها می‌جنگیدند، داوود و افرادش در بحبوحهٔ جنگ خسته و درمانده شدند.
16 καὶ Ιεσβι ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοεῖτο πατάξαι τὸν Δαυιδ
یک غول فلسطینی به نام یشبی بنوب که وزن نیزهٔ مفرغین او در حدود سه کیلو و نیم بود و زره‌ای نو بر تن داشت، به داوود حمله کرد و نزدیک بود او را بکشد.
17 καὶ ἐβοήθησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ
ولی ابیشای پسر صرویه به کمک داوود شتافت و آن فلسطینی را کشت. بنابراین افراد داوود به تأکید به او گفتند: «تو امید اسرائیل هستی و دیگر نباید به میدان جنگ بیایی. ما نمی‌خواهیم تو را از دست بدهیم.»
18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα
در جنگی که بعد در جُب با فلسطینی‌ها درگرفت، سبکای حوشاتی یک غول فلسطینی دیگر به نام ساف را کشت.
19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
بار دیگر در همان محل، الحانان برادر جلیات جتی را که چوب نیزه‌اش به کلفتی چوب نساجها بود، کشت.
20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἦν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμῷ καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα
یک بار هم وقتی فلسطینی‌ها در جت با اسرائیلی‌ها می‌جنگیدند، یک غول فلسطینی که در هر دست و پایش شش انگشت داشت، نیروهای اسرائیلی را به ستوه آورد. آنگاه یوناتان، برادرزادهٔ داوود که پسر شمعا بود، او را کشت.
21 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφοῦ Δαυιδ
22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεθ τῷ Ραφα οἶκος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ
این چهار مرد که به دست داوود و سربازان او کشته شدند از نسل غول‌پیکران جت بودند.

< Βασιλειῶν Βʹ 21 >