< Παραλειπομένων Βʹ 16 >

1 καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ Ιουδα
در سال سی و ششم سلطنت آسا، بعشا پادشاه اسرائیل به یهودا لشکر کشید و شهر رامه را بنا کرد تا نگذارد کسی از خارج وارد اورشلیم شود و نزد آسا، پادشاه یهودا رفت و آمد کند.
2 καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων
آسا چون وضع را چنین دید، هر چه طلا و نقره در خزانه‌های خانۀ خداوند و کاخ سلطنتی بود، گرفت و با این پیام برای بنهدد پادشاه سوریه به دمشق فرستاد:
3 διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δεῦρο καὶ διασκέδασον ἀπ’ ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ’ ἐμοῦ
«بیا مثل پدرانمان با هم متحد شویم. این طلا و نقره‌ای را که برایت می‌فرستم از من بپذیر. پیمان دوستی خود را با بعشا، پادشاه اسرائیل قطع کن تا او از قلمرو من خارج شود.»
4 καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεφθαλι
بنهدد با درخواست آسای پادشاه موافقت کرد و با سپاهیان خود به اسرائیل حمله برد و شهرهای عیون، دان، آبل مایم و تمام مراکز مهمات و آذوقه را در زمین نفتالی تسخیر کرد.
5 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ
وقتی بعشای پادشاه این را شنید از بنای رامه دست کشید و از سرزمین یهودا عقب‌نشینی کرد.
6 καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασα καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαε καὶ τὴν Μασφα
آسا تمام مردم یهودا را به رامه آورد و آنها سنگها و چوبهایی را که بعشا به کار برده بود، برداشتند و بردند و با آن، شهرهای جبع و مصفه را بنا کردند.
7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἶπεν αὐτῷ ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ κύριον θεόν σου διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου
در این هنگام حنانی نبی نزد آسای پادشاه آمد و به او گفت: «تو به جای اینکه به خداوند، خدای خود تکیه کنی، به پادشاه سوریه متوسل شدی به همین سبب سوری‌ها از چنگ تو خلاصی یافتند.
8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου
آیا به یاد نداری که بر سر آن سپاه عظیم حبشه و لیبی، با آن همه ارابه‌ها و سوارانی که داشتند، چه آمد؟ در آن زمان چشم امید تو به خداوند بود و او هم آن سپاه عظیم را به دستت تسلیم نمود.
9 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν ἠγνόηκας ἐπὶ τούτῳ ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος
زیرا خداوند به تمام جهان چشم دوخته است تا کسانی را که از دل و جان به او وفادارند، بیابد و به آنان قوت ببخشد. ولی چون تو احمقانه رفتار کردی؛ از این به بعد همیشه گرفتار جنگ خواهی بود.»
10 καὶ ἐθυμώθη Ασα τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν ὅτι ὠργίσθη ἐπὶ τούτῳ καὶ ἐλυμήνατο Ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ
آسا از سخنان نبی چنان برآشفت که او را به زندان انداخت. از آن پس رفتار آسا با برخی از مردم نیز ظالمانه شد.
11 καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ
شرح کامل رویدادهای دوران سلطنت آسا در کتاب تاریخ پادشاهان یهودا و اسرائیل نوشته شده است.
12 καὶ ἐμαλακίσθη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας ἕως σφόδρα ἐμαλακίσθη καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον ἀλλὰ τοὺς ἰατρούς
در سال سی و نهم سلطنت آسا، مرضی در پاهایش ایجاد شد. گرچه مرضش شدت گرفت، ولی او حتی در بیماری خود نیز از خداوند یاری نخواست بلکه فقط به پزشکان امید بست.
13 καὶ ἐκοιμήθη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ
آسا در سال چهل و یکم سلطنتش درگذشت.
14 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα
جنازهٔ او را روی تخت روانی گذاشتند و با انواع عطریات معطر ساختند و بعد در مقبره‌ای که برای خود در شهر داوود ساخته بود، دفن نمودند و آتش بزرگی به احترام او روشن کردند.

< Παραλειπομένων Βʹ 16 >