< Βασιλειῶν Αʹ 23 >

1 καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλα καὶ αὐτοὶ διαρπάζουσιν καταπατοῦσιν τοὺς ἅλω
روزی به داوود خبر رسید که فلسطینی‌ها به شهر قعیله حمله کرده، خرمنها را غارت می‌کنند.
2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους καὶ εἶπεν κύριος πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα
داوود از خداوند پرسید: «آیا بروم و با آنها بجنگم؟» خداوند پاسخ فرمود: «بله، برو با فلسطینی‌ها بجنگ و قعیله را نجات بده.»
3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλα εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα
ولی افراد داوود به او گفتند: «ما حتی اینجا در یهودا می‌ترسیم چه برسد به آنکه به قعیله برویم و با لشکر فلسطینی‌ها بجنگیم!»
4 καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλα ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου
پس داوود بار دیگر در این مورد از خداوند پرسید و خداوند باز به او گفت: «به قعیله برو و من تو را کمک خواهم کرد تا فلسطینی‌ها را شکست بدهی.»
5 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κεϊλα
پس داوود و افرادش به قعیله رفتند و فلسطینی‌ها را کشتند و گله‌هایشان را گرفتند و اهالی قعیله را نجات دادند.
6 καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ
وقتی اَبیّاتار کاهن پسر اَخیملک به قعیله نزد داوود فرار کرد، ایفود را نیز با خود برد.
7 καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἶπεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν
هنگامی که شائول شنید که داوود در قعیله است، گفت: «خدا او را به دست من داده، چون داوود خود را در شهری حصاردار به دام انداخته است!»
8 καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ
پس شائول تمام نیروهای خود را احضار کرد و به سمت قعیله حرکت نمود تا داوود و افرادش را در شهر محاصره کند.
9 καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα προσάγαγε τὸ εφουδ κυρίου
وقتی داوود از نقشهٔ شائول باخبر شد به اَبیّاتار گفت: «ایفود را بیاور تا از خداوند سؤال نمایم که چه باید کرد.»
10 καὶ εἶπεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κεϊλα διαφθεῖραι τὴν πόλιν δῑ ἐμέ
داوود گفت: «ای خداوند، خدای اسرائیل، شنیده‌ام که شائول عازم قعیله است و می‌خواهد این شهر را به دلیل مخالفت با من نابود کند.
11 εἰ ἀποκλεισθήσεται καὶ νῦν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δοῦλός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τῷ δούλῳ σου καὶ εἶπεν κύριος ἀποκλεισθήσεται
آیا اهالی قعیله مرا به دست او تسلیم خواهند کرد؟ آیا همان‌طور که شنیده‌ام شائول به اینجا خواهد آمد؟ ای خداوند، خدای اسرائیل، خواهش می‌کنم به من جواب بده.» خداوند فرمود: «بله، شائول خواهد آمد.» داوود گفت: «در این صورت آیا اهالی قعیله، من و افرادم را به دست او تسلیم می‌کنند؟» خداوند فرمود: «بله، به دست او تسلیم می‌کنند.»
13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν
پس داوود و افرادش که حدود ششصد نفر بودند برخاسته، از قعیله بیرون رفتند. آنها در یک جا نمی‌ماندند بلکه جای خود را دائم عوض می‌کردند. چون به شائول خبر رسید که داوود از قعیله فرار کرده است، دیگر به قعیله نرفت.
14 καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ
داوود در بیابان و در مخفیگاه‌های کوهستان زیف به سر می‌برد. شائول نیز هر روز به تعقیب او می‌پرداخت، ولی خداوند نمی‌گذاشت که دست او به داوود برسد.
15 καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ
وقتی داوود در حارث (واقع در زیف) بود، شنید که شائول برای کشتن او به آنجا آمده است.
16 καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ
یوناتان، پسر شائول به حارث آمد تا با وعده‌های خدا داوود را تقویت دهد.
17 καὶ εἶπεν πρὸς αὐτόν μὴ φοβοῦ ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως
یوناتان به او گفت: «نترس، پدرم هرگز تو را پیدا نخواهد کرد. تو پادشاه اسرائیل خواهی شد و من معاون تو. پدرم نیز این موضوع را به خوبی می‌داند.»
18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ
پس هر دو ایشان در حضور خداوند پیمان دوستی خود را تجدید نمودند. داوود در حارث ماند، ولی یوناتان به خانه برگشت.
19 καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
اما اهالی زیف نزد شائول به جِبعه رفتند و گفتند: «ما می‌دانیم داوود کجا پنهان شده است. او در صحرای نِگِب در مخفیگاه‌های حارث واقع در کوه حخیله است.
20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως
هر وقت پادشاه مایل باشند، بیایند تا او را دست بسته تسلیم کنیم.»
21 καὶ εἶπεν αὐτοῖς Σαουλ εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι ἐπονέσατε περὶ ἐμοῦ
شائول گفت: «خداوند شما را برکت دهد که به فکر من هستید!
22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπατε μήποτε πανουργεύσηται
بروید و بیشتر تحقیق کنید تا مطمئن شوید او در آنجاست. ببینید چه کسی او را دیده است. می‌دانم که او خیلی زرنگ و حیله‌گر است.
23 καὶ ἴδετε καὶ γνῶτε καὶ πορευσόμεθα μεθ’ ὑμῶν καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα
مخفیگاه‌های او را پیدا کنید، آنگاه برگردید و جزئیات را به من گزارش دهید و من همراه شما بدانجا خواهم آمد. اگر در آنجا باشد، هر طور شده او را پیدا می‌کنم، حتی اگر مجبور باشم وجب به وجب تمام سرزمین یهودا را بگردم!»
24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ’ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
مردان زیف به خانه‌هایشان برگشتند. اما داوود چون شنید که شائول در تعقیب او به طرف زیف می‌آید، برخاسته با افرادش به بیابان معون که در جنوب یهودا واقع شده است، رفت. ولی شائول و افرادش نیز به دنبال او تا معون رفتند.
25 καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν καὶ ἀπήγγειλαν τῷ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν
26 καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς
شائول و داوود در دو طرف یک کوه قرار گرفتند. شائول و سربازانش هر لحظه نزدیکتر می‌شدند و داوود سعی می‌کرد راه فراری پیدا کند، ولی فایده‌ای نداشت.
27 καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων σπεῦδε καὶ δεῦρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν
درست در این هنگام به شائول خبر رسید که فلسطینی‌ها به اسرائیل حمله کرده‌اند.
28 καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα
پس شائول به ناچار دست از تعقیب داوود برداشت و برای جنگ با فلسطینی‌ها بازگشت. به این دلیل آن مکان را صخرۀ جدایی نامیدند.
29 καὶ ἀνέβη Δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Εγγαδδι
داوود از آنجا رفت و در مخفیگاه‌های عین جدی پنهان شد.

< Βασιλειῶν Αʹ 23 >