< Βασιλειῶν Αʹ 22 >

1 καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ
Ανεχώρησε δε ο Δαβίδ εκείθεν και διεσώθη εις το σπήλαιον Οδολλάμ· και ότε ήκουσαν οι αδελφοί αυτού και πας ο οίκος του πατρός αυτού, κατέβησαν εκεί προς αυτόν.
2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος καὶ ἦσαν μετ’ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες
Και συνηθροίσθησαν προς αυτόν, πας όστις ήτο εν στενοχωρία και πας χρεωφειλέτης και πας δυσηρεστημένος· και έγεινεν αρχηγός επ' αυτών· και ήσαν μετ' αυτού έως τετρακόσιοι άνδρες.
3 καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός
Και ανεχώρησεν ο Δαβίδ εκείθεν εις Μισπά της Μωάβ· και είπε προς τον βασιλέα Μωάβ, Ας έλθωσι, παρακαλώ, ο πατήρ μου και η μήτηρ μου προς εσάς, εωσού γνωρίσω τι θέλει κάμει ο Θεός εις εμέ.
4 καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ καὶ κατῴκουν μετ’ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ
Και έφερεν αυτούς ενώπιον του βασιλέως Μωάβ και κατώκησαν μετ' αυτού όλον τον καιρόν καθ' ον ο Δαβίδ ήτο εν τω οχυρώματι.
5 καὶ εἶπεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ μὴ κάθου ἐν τῇ περιοχῇ πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα καὶ ἐπορεύθη Δαυιδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ
Είπε δε Γαδ ο προφήτης προς τον Δαβίδ, Μη μένης εν τω οχυρώματι· αναχώρησον και είσελθε εις την γην Ιούδα. Τότε ανεχώρησεν ο Δαβίδ και εισήλθεν εις το δάσος Αρέθ.
6 καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ καὶ Σαουλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ
Ακούσας δε ο Σαούλ ότι εφανερώθη ο Δαβίδ και οι άνδρες οι μετ' αυτού εκάθητο δε ο Σαούλ εν Γαβαά υπό το δένδρον εν Ραμά, έχων το δόρυ αυτού εν τη χειρί αυτού, και πάντες οι δούλοι αυτού ίσταντο ενώπιον αυτού,
7 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς ἀκούσατε δή υἱοὶ Βενιαμιν εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους
τότε είπεν ο Σαούλ προς τους δούλους αυτού τους παρεστώτας ενώπιον αυτού, Ακούσατε τώρα, Βενιαμίται· μήπως εις όλους σας θέλει δώσει ο υιός του Ιεσσαί αγρούς και αμπελώνας, και όλους σας θέλει κάμει χιλιάρχους και εκατοντάρχους,
8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ’ ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ’ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη
ώστε σεις να συνομόσητε πάντες εναντίον μου και να μη ήναι μηδείς όστις να απαγγείλη εις εμέ ότι ο υιός μου έκαμε συνθήκην μετά του υιού του Ιεσσαί, και μηδείς από σας να μη ήναι όστις να πονή δι' εμέ ή να απαγγείλη εις εμέ ότι ο υιός μου διήγειρε τον δούλον μου εναντίον μου, διά να ενεδρεύη καθώς την σήμερον;
9 καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα
Και απεκρίθη Δωήκ ο Ιδουμαίος, όστις ήτο διωρισμένος επί τους δούλους του Σαούλ, και είπεν, Είδον τον υιόν του Ιεσσαί ελθόντα εις Νωβ, προς Αχιμέλεχ τον υιόν του Αχιτώβ·
10 καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν Γολιαδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ
όστις ηρώτησε περί αυτού τον Κύριον, και τροφάς έδωκεν εις αυτόν, και την ρομφαίαν Γολιάθ του Φιλισταίου έδωκεν εις αυτόν.
11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα
Τότε απέστειλεν ο βασιλεύς να καλέσωσιν Αχιμέλεχ τον υιόν του Αχιτώβ, τον ιερέα, και πάντα τον οίκον του πατρός αυτού, τους ιερείς τους εν Νώβ· και ήλθον πάντες προς τον βασιλέα.
12 καὶ εἶπεν Σαουλ ἄκουε δή υἱὲ Αχιτωβ καὶ εἶπεν ἰδοὺ ἐγώ λάλει κύριε
Και είπεν ο Σαούλ, Άκουσον τώρα, υιέ του Αχιτώβ. Ο δε απεκρίθη, Ιδού εγώ, κύριέ μου.
13 καὶ εἶπεν αὐτῷ Σαουλ ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη
Και είπε προς αυτόν ο Σαούλ, Διά τι συνωμόσατε εναντίον μου, συ και ο υιός του Ιεσσαί, ώστε να δώσης εις αυτόν άρτον και ρομφαίαν και να ερωτήσης τον Θεόν περί αυτού, ώστε να σηκωθή εναντίον μου, να ενεδρεύη, καθώς την σήμερον;
14 καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου
Και απεκρίθη ο Αχιμέλεχ προς τον βασιλέα και είπε, Και τις μεταξύ πάντων των δούλων σου είναι καθώς ο Δαβίδ πιστός, και γαμβρός του βασιλέως και πορευόμενος εις το πρόσταγμά σου και τιμώμενος εν τω οίκω σου;
15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ μηδαμῶς μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ ὅλον τὸν οἶκον τοῦ πατρός μου ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα
σήμερον ήρχισα να ερωτώ τον Θεόν περί αυτού; μη γένοιτο· ας μη αναθέση ο βασιλεύς μηδέν επί τον δούλον αυτού μηδέ επί πάντα τον οίκον του πατρός μου· διότι ο δούλός σου δεν εξεύρει ουδέν περί πάντων τούτων, ούτε μικρόν ούτε μέγα.
16 καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ θανάτῳ ἀποθανῇ Αβιμελεχ σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου
Και είπεν ο βασιλεύς, Εξάπαντος θέλεις αποθάνει, Αχιμέλεχ, συ και πας ο οίκος του πατρός σου.
17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ’ αὐτόν προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου
Και είπεν ο βασιλεύς προς τους δορυφόρους τους περιεστώτας εις αυτόν, Στρέψατε και θανατώσατε τους ιερείς του Κυρίου· επειδή έχουσι και αυτοί την χείρα αυτών μετά του Δαβίδ, και επειδή εγνώρισαν ότι αυτός έφευγε και δεν μοι απήγγειλαν τούτο. Δεν ηθέλησαν όμως οι δούλοι του βασιλέως να εκτείνωσι τας χείρας αυτών διά να πέσωσιν επί τους ιερείς του Κυρίου.
18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους καὶ πέντε ἄνδρας πάντας αἴροντας εφουδ
Και είπεν ο βασιλεύς προς τον Δωήκ, Στρέψον συ και πέσον επί τους ιερείς. Και έστρεψε Δωήκ ο Ιδουμαίος και έπεσεν επί τους ιερείς, και εθανάτωσεν εκείνην την ημέραν ογδοήκοντα πέντε άνδρας φορούντας λινούν εφόδ.
19 καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου
Και την Νωβ, την πόλιν των ιερέων, επάταξεν εν στόματι μαχαίρας, άνδρας και γυναίκας, παιδία και βρέφη θηλάζοντα, και βόας και όνους και πρόβατα, εν στόματι μαχαίρας.
20 καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ καὶ ὄνομα αὐτῷ Αβιαθαρ καὶ ἔφυγεν ὀπίσω Δαυιδ
Διεσώθη δε εις εκ των υιών του Αχιμέλεχ υιού του Αχιτώβ, ονόματι Αβιάθαρ, και έφυγε κατόπιν του Δαβίδ.
21 καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου
Και απήγγειλεν ο Αβιάθαρ προς τον Δαβίδ, ότι εθανάτωσεν ο Σαούλ τους ιερείς του Κυρίου.
22 καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου
Και είπεν ο Δαβίδ προς τον Αβιάθαρ, Ήξευρον εν εκείνη τη ημέρα, καθ' ην Δωήκ ο Ιδουμαίος ήτο εκεί, ότι ήθελε βεβαίως απαγγείλει προς τον Σαούλ· εγώ εστάθην αιτία του θανάτου πάντων των ανθρώπων του οίκου του πατρός σου·
23 κάθου μετ’ ἐμοῦ μὴ φοβοῦ ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον ζητήσω καὶ τῇ ψυχῇ σου ὅτι πεφύλαξαι σὺ παρ’ ἐμοί
κάθου μετ' εμού, μη φοβού· διότι ο ζητών την ζωήν μου ζητεί και την ζωήν σου· πλην συ θέλεις είσθαι μετ' εμού εν ασφαλεία.

< Βασιλειῶν Αʹ 22 >