< Παραλειπομένων Αʹ 12 >

1 καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
وقتی داوود از دست شائول پادشاه خود را پنهان کرده بود، عده‌ای از سربازان شجاع اسرائیلی در صقلغ به او ملحق شدند.
2 καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν
همهٔ اینها در تیراندازی و پرتاب سنگ با فلاخن بسیار مهارت داشتند و می‌توانستند دست چپ خود را مثل دست راستشان به کار ببرند. آنها مانند شائول از قبیلهٔ بنیامین بودند.
3 ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι
رئیس آنان اخیعزر پسر شماعه اهل جبعات بود. بقیهٔ افراد عبارت بودند از: یوآش (برادر اخیعزر)؛ یزی‌ئیل و فالط (پسران عزموت)؛ براکه و ییهو اهل عناتوت؛ یشمعیا اهل جبعون (جنگجوی شجاعی که در ردیف یا برتر از آن سی سردار بود)؛ ارمیا، یحزی‌ئیل، یوحانان و یوزاباد اهل جدیرات؛ العوزای، یریموت، بعلیا، شمریا و شفطیا اهل حروف؛ القانه، یشیا، عزرئیل، یوعزر و یشبعام از طایفۀ قورح؛ یوعیله و زبدیا (پسران یروحام) اهل جدور.
4 καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι
5 Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι
6 Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται
7 καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ
8 καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει
سربازان شجاع قبیلهٔ جاد نیز نزد داوود به پناهگاه او در بیابان رفتند. ایشان در جنگیدن با نیزه و سپر بسیار ماهر بودند، دل شیر داشتند و مثل غزال کوهی چابک و تیزرو بودند. این است اسامی ایشان به ترتیب رتبه: عازر، عوبدیا، الی‌آب، مشمنه، ارمیا، عتای، الی‌ئیل، یوحانان، الزاباد، ارمیا و مکبنای.
9 Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος
10 Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος
11 Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος
12 Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος
13 Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος
14 οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις
این افراد از جاد، همه سردار بودند. کم توانترین آنها ارزش صد سرباز معمولی را داشت و پرتوانترین ایشان با هزار سرباز حریف بود!
15 οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν
آنها در ماه اول سال، آنگاه که رود اردن طغیان می‌کند، از رود گذشتند و ساکنان کناره‌های شرقی و غربی رود را پراکنده ساختند.
16 καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ
افراد دیگری نیز از قبیله‌های بنیامین و یهودا نزد داوود آمدند.
17 καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο
داوود به استقبال ایشان رفت و گفت: «اگر به کمک من آمده‌اید، دست دوستی به هم می‌دهیم ولی اگر آمده‌اید مرا که هیچ ظلمی نکرده‌ام به دشمنانم تسلیم کنید، خدای اجدادمان ببیند و حکم کند.»
18 καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων
سپس روح خدا بر عماسای (که بعد رهبر آن سی نفر شد) آمد و او جواب داد: «ای داوود، ما در اختیار تو هستیم. ای پسر یَسا، ما طرفدار تو می‌باشیم. برکت بر تو و بر تمام یارانت باد، زیرا خدایت با توست.» پس داوود آنها را پذیرفت و ایشان را فرماندهان سپاه خود کرد.
19 καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ
بعضی از سربازان قبیلهٔ منسی به داوود که همراه فلسطینی‌ها به جنگ شائول می‌رفت، ملحق شدند. (اما سرداران فلسطینی به داوود و افرادش اجازه ندادند که همراه آنها بروند. آنها پس از مشورت با یکدیگر داوود و افرادش را پس فرستادند، چون می‌ترسیدند ایشان به شائول بپیوندند)
20 ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση
وقتی داوود به صقلغ می‌رفت، این افراد از قبیلهٔ منسی به او پیوستند: عدناح، یوزاباد، یدیعی‌ئیل، میکائیل، یوزاباد، الیهو و صلتای. این افراد سرداران سپاه منسی بودند.
21 καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει
ایشان جنگاورانی قوی و بی‌باک بودند و داوود را در جنگ با عمالیقی‌های مهاجم کمک کردند.
22 ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ
هر روز عده‌ای به داوود می‌پیوستند تا اینکه سرانجام سپاه بزرگ و نیرومندی تشکیل شد.
23 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου
این است تعداد افراد مسلحی که در حبرون به داوود ملحق شدند تا سلطنت شائول را به داوود واگذار کنند، درست همان‌طور که خداوند فرموده بود:
24 υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως
از قبیلهٔ یهودا ۶٬۸۰۰ نفر مجهز به نیزه و سپر؛ از قبیلهٔ شمعون ۷٬۱۰۰ مرد زبدهٔ جنگی؛ از قبیلهٔ لاوی ۴٬۶۰۰ نفر، شامل یهویاداع، سرپرست خاندان هارون با ۳٬۷۰۰ نفر و صادوق که جنگاوری جوان و بسیار شجاع بود با ۲۲ سردار؛ از قبیلهٔ بنیامین، همان قبیله‌ای که شائول به آن تعلق داشت، ۳٬۰۰۰ مرد که اکثر آنها تا آن موقع نسبت به شائول وفادار مانده بودند؛ از قبیلهٔ افرایم ۲۰٬۸۰۰ مرد جنگی و نیرومند که همه در طایفهٔ خود معروف بودند؛ از نصف قبیلهٔ منسی ۱۸٬۰۰۰ نفر که انتخاب شده بودند تا بیایند و داوود را برای پادشاه شدن کمک کنند؛ از قبیلهٔ یساکار ۲۰۰ سردار، با افراد زیر دست خود (این سرداران موقعیت جنگی را خوب تشخیص می‌دادند و می‌دانستند چگونه اسرائیلی‌ها را برای جنگ بسیج کنند)؛ از قبیلهٔ زبولون ۵۰٬۰۰۰ مرد جنگی کارآزموده و مسلح که نسبت به داوود وفادار بودند؛ از قبیلهٔ نفتالی ۱٬۰۰۰ سردار و ۳۷٬۰۰۰ سرباز مجهز به نیزه و سپر؛ از قبیلهٔ دان ۲۸٬۶۰۰ سرباز آمادهٔ جنگ؛ از قبیلهٔ اشیر ۴۰٬۰۰۰ سرباز تعلیم دیده و آمادهٔ جنگ؛ از آن سوی رود اردن (محل سکونت قبایل رئوبین و جاد و نصف قبیلهٔ منسی) ۱۲۰٬۰۰۰ سرباز مجهز به انواع اسلحه؛
25 τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν
26 τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι
27 καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι
28 καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο
29 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ
30 καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν
31 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ
32 καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν
33 καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς
34 καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες
35 καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι
36 καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες
37 καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες
38 πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ
تمام این جنگجویان برای یک هدف به حبرون آمدند و آن اینکه داوود را بر تمام اسرائیل پادشاه سازند. در حقیقت، تمام قوم اسرائیل با پادشاه شدن داوود موافق بودند.
39 καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν
این افراد جشن گرفتند و سه روز با داوود خوردند و نوشیدند. چون قبلاً خانواده‌هایشان برای ایشان تدارک دیده بودند.
40 καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ
همچنین مردم اطراف از سرزمین یساکار، زبولون و نفتالی خوراک بر پشت الاغ و شتر و قاطر و گاو گذاشته، آورده بودند. مقدار خیلی زیادی آرد، نان شیرینی، کشمش، شراب، روغن و تعداد بی‌شماری گاو و گوسفند برای این جشن آورده شد، زیرا در سراسر کشور شادی و سرور بود.

< Παραλειπομένων Αʹ 12 >