< Κατα Λουκαν 1 >

1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων
Επειδή πολλοί επεχείρησαν να συντάξωσι διήγησιν περί των μετά πληροφορίας βεβαιωμένων εις ημάς πραγμάτων,
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
καθώς παρέδοσαν εις ημάς οι απ' αρχής γενόμενοι αυτόπται και υπηρέται του λόγου,
3 ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
εφάνη και εις εμέ εύλογον, όστις διηρεύνησα πάντα εξ αρχής ακριβώς, να σοι γράψω κατά σειράν περί τούτων, κράτιστε Θεόφιλε,
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
διά να γνωρίσης την βεβαιότητα των πραγμάτων, περί των οποίων κατηχήθης.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
Υπήρξεν επί των ημερών Ηρώδου, του βασιλέως της Ιουδαίας, ιερεύς τις το όνομα Ζαχαρίας εκ της εφημερίας Αβιά, και η γυνή αυτού ήτο εκ των θυγατέρων του Ααρών, και το όνομα αυτής Ελισάβετ.
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
Ήσαν δε αμφότεροι δίκαιοι ενώπιον του Θεού, περιπατούντες εν πάσαις ταις εντολαίς και τοις δικαιώμασι του Κυρίου άμεμπτοι.
7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Και δεν είχον τέκνον, καθότι η Ελισάβετ ήτο στείρα, και αμφότεροι ήσαν προβεβηκότες εις την ηλικίαν αυτών.
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,
Ενώ δε ιεράτευεν αυτός εν τη τάξει της εφημερίας αυτού ενώπιον του Θεού,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου·
κατά το έθος της ιερατείας έπεσεν εις αυτόν ο κλήρος να θυμιάση εισελθών εις τον ναόν του Κυρίου·
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
και παν το πλήθος του λαού προσηύχετο έξω εν τη ώρα του θυμιάματος.
11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
Εφάνη δε εις αυτόν άγγελος Κυρίου, ιστάμενος εκ δεξιών του θυσιαστηρίου του θυμιάματος·
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.
και ο Ζαχαρίας ιδών εταράχθη, και φόβος επέπεσεν επ' αυτόν.
13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
Είπε δε προς αυτόν ο άγγελος· Μη φοβού, Ζαχαρία· διότι εισηκούσθη η δέησίς σου, και η γυνή σου Ελισάβετ θέλει γεννήσει υιόν εις σε, και θέλεις καλέσει το όνομα αυτού Ιωάννην.
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
και θέλει είσθαι εις σε χαρά και αγαλλίασις, και πολλοί θέλουσι χαρή διά την γέννησιν αυτού.
15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
Διότι θέλει είσθαι μέγας ενώπιον του Κυρίου, και οίνον και σίκερα δεν θέλει πίει, και θέλει πληρωθή Πνεύματος Αγίου έτι εκ κοιλίας της μητρός αυτού,
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·
και πολλούς των υιών Ισραήλ θέλει επιστρέψει εις Κύριον τον Θεόν αυτών.
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
Και αυτός θέλει ελθεί προ προσώπου αυτού εν πνεύματι και δυνάμει Ηλίου, διά να επιστρέψη τας καρδίας των πατέρων εις τα τέκνα και τους απειθείς εις την φρόνησιν των δικαίων, διά να ετοιμάση εις τον Κύριον λαόν προδιατεθειμένον.
18 καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
Και είπεν ο Ζαχαρίας προς τον άγγελον· Πως θέλω γνωρίσει τούτο; διότι εγώ είμαι γέρων, και η γυνή μου προβεβηκυία εις την ηλικίαν αυτής.
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
Και αποκριθείς ο άγγελος, είπε προς αυτόν· Εγώ είμαι Γαβριήλ ο παριστάμενος ενώπιον του Θεού, και απεστάλην διά να λαλήσω προς σε και να σε ευαγγελίσω ταύτα.
20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
Και ιδού, θέλεις είσθαι σιωπών και μη δυνάμενος να λαλήσης έως της ημέρας, καθ' ην θέλουσι γείνει ταύτα, διότι δεν επίστευσας εις τους λόγους μου, οίτινες θέλουσιν εκπληρωθή εις τον καιρόν αυτών.
21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.
Και ο λαός περιέμενε τον Ζαχαρίαν, και εθαύμαζον ότι εβράδυνεν εν τω ναώ.
22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός.
Ότε δε εξήλθε, δεν ηδύνατο να λαλήση προς αυτούς· και ενόησαν ότι οπτασίαν είδεν εν τω ναώ· και αυτός έκαμνεν εις αυτούς νεύματα και διέμενε κωφός.
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Και αφού ετελείωσαν αι ημέραι της λειτουργίας αυτού, απήλθεν εις τον οίκον αυτού.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε,
Μετά δε ταύτας τας ημέρας συνέλαβεν Ελισάβετ η γυνή αυτού, και έκρυπτεν εαυτήν πέντε μήνας, λέγουσα
25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.
ότι ούτως έκαμεν εις εμέ ο Κύριος εν ταις ημέραις, καθ' ας επέβλεψε να αφαιρέση το όνειδός μου μεταξύ των ανθρώπων.
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ,
Εν δε τω μηνί τω έκτω απεστάλη ο άγγελος Γαβριήλ υπό του Θεού εις πόλιν της Γαλιλαίας ονομαζομένην Ναζαρέτ,
27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
προς παρθένον ηρραβωνισμένην με άνδρα ονομαζόμενον Ιωσήφ, εξ οίκου Δαβίδ, και το όνομα της παρθένου Μαριάμ.
28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.
Και εισελθών ο άγγελος προς αυτήν, είπε· Χαίρε, κεχαριτωμένη· ο Κύριος μετά σού· ευλογημένη συ εν γυναιξίν.
29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Εκείνη δε ιδούσα διεταράχθη διά τον λόγον αυτού, και διελογίζετο οποίος τάχα ήτο ο ασπασμός ούτος.
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Και είπεν ο άγγελος προς αυτήν· Μη φοβού, Μαριάμ· διότι εύρες χάριν παρά τω Θεώ.
31 καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Και ιδού, θέλεις συλλάβει εν γαστρί και θέλεις γεννήσει υιόν και θέλεις καλέσει το όνομα αυτού Ιησούν.
32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ,
Ούτος θέλει είσθαι μέγας και Υιός Υψίστου θέλει ονομασθή, και θέλει δώσει εις αυτόν Κύριος ο Θεός τον θρόνον Δαβίδ του πατρός αυτού,
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. (aiōn g165)
και θέλει βασιλεύσει επί τον οίκον του Ιακώβ εις τους αιώνας, και της βασιλείας αυτού δεν θέλει είσθαι τέλος. (aiōn g165)
34 εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Είπε δε η Μαριάμ προς τον άγγελον. Πως θέλει είσθαι τούτο, επειδή άνδρα δεν γνωρίζω;
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ.
Και αποκριθείς ο άγγελος είπε προς αυτήν· Πνεύμα Άγιον θέλει επέλθει επί σε, και δύναμις του Υψίστου θέλει σε επισκιάσει· διά τούτο και το γεννώμενον εκ σου άγιον θέλει ονομασθή Υιός Θεού.
36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
και ιδού, Ελισάβετ η συγγενής σου και αυτή συνέλαβεν υιόν εις το γήρας αυτής, και ούτος είναι μην έκτος εις αυτήν την καλουμένην στείραν·
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.
διότι ουδέν πράγμα θέλει είσθαι αδύνατον παρά τω Θεώ.
38 εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
Είπε δε η Μαριάμ· Ιδού, η δούλη του Κυρίου· γένοιτο εις εμέ κατά τον λόγον σου. Και ανεχώρησεν απ' αυτής ο άγγελος.
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
Σηκωθείσα δε η Μαριάμ εν ταις ημέραις ταύταις, υπήγε μετά σπουδής εις την ορεινήν εις πόλιν Ιούδα,
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
και εισήλθεν εις τον οίκον Ζαχαρίου και ησπάσθη την Ελισάβετ.
41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ
Και ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής· και επλήσθη Πνεύματος Αγίου η Ελισάβετ
42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
και ανεφώνησε μετά φωνής μεγάλης και είπεν· Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου.
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;
Και πόθεν μοι τούτο, να έλθη η μήτηρ του Κυρίου μου προς με;
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
Διότι ιδού, καθώς ήλθεν η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησεν εν αγαλλιάσει το βρέφος εν τη κοιλία μου.
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
Και μακαρία η πιστεύσασα, διότι θέλει γείνει εκπλήρωσις των λαληθέντων προς αυτήν παρά Κυρίου.
46 Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
Και είπεν η Μαριάμ· Μεγαλύνει η ψυχή μου τον Κύριον
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
και ηγαλλίασε το πνεύμά μου εις τον Θεόν τον Σωτήρά μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
διότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. Επειδή ιδού, από του νυν θέλουσι με μακαρίζει πάσαι αι γενεαί·
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
διότι έκαμεν εις εμέ μεγαλεία ο δυνατός και άγιον το όνομα αυτού,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν.
και το έλεος αυτού εις γενεάς γενεών επί τους φοβουμένους αυτόν.
51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
Ενήργησε κραταιώς διά του βραχίονος αυτού· διεσκόρπισε τους υπερηφάνους κατά τα διανοήματα της καρδίας αυτών.
52 καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς,
Εκρήμνισε δυνάστας από θρόνων και ύψωσε ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
πεινώντας ενέπλησεν από αγαθά και πλουτούντας εξαπέστειλε κενούς.
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
Εβοήθησεν Ισραήλ τον δούλον αυτού, ενθυμηθείς το έλεος αυτού,
55 καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. (aiōn g165)
Καθώς ελάλησε προς τους πατέρας ημών, προς τον Αβραάμ και προς το σπέρμα αυτού εις τον αιώνα. (aiōn g165)
56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Έμεινε δε η Μαριάμ μετ' αυτής ως τρεις μήνας και υπέστρεψεν εις τον οίκον αυτής.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Εις δε την Ελισάβετ συνεπληρώθη ο καιρός του να γεννήση, και εγέννησεν υιόν.
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Και ήκουσαν οι γείτονες και οι συγγενείς αυτής ότι εμεγάλυνεν ο Κύριος το έλεος αυτού προς αυτήν, και συνέχαιρον αυτήν.
59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
Και εν τη ογδόη ημέρα, ήλθον διά να περιτέμωσι το παιδίον, και ωνόμαζον αυτό κατά το όνομα του πατρός αυτού Ζαχαρίαν.
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
Και αποκριθείσα η μήτηρ αυτού, είπεν· Ουχί, αλλ' Ιωάννης θέλει ονομασθή.
61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·
Και είπον προς αυτήν ότι ουδείς υπάρχει εν τη συγγενεία σου, όστις καλείται με το όνομα τούτο.
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.
Ηρώτων δε διά νευμάτων τον πατέρα αυτού τι όνομα ήθελε να δοθή εις αυτό.
63 καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.
Και ζητήσας πινακίδιον έγραψε, λέγων· Ιωάννης είναι το όνομα αυτού· και εθαύμασαν πάντες.
64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.
Ηνοίχθη δε το στόμα αυτού πάραυτα και η γλώσσα αυτού, και ελάλει ευλογών τον Θεόν.
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Και έπεσε φόβος επί πάντας τους γείτονας αυτών, και καθ' όλην την ορεινήν της Ιουδαίας διελαλούντο πάντα τα πράγματα ταύτα,
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.
και πάντες οι ακούσαντες έβαλον αυτά εν τη καρδία αυτών, λέγοντες· Τι άρα θέλει είσθαι το παιδίον τούτο; και χειρ Κυρίου ήτο μετ' αυτού.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσε λέγων·
Και Ζαχαρίας ο πατήρ αυτού επλήσθη Πνεύματος Αγίου και προεφήτευσε, λέγων·
68 Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Ευλογητός Κύριος ο Θεός του Ισραήλ, διότι επεσκέφθη και έκαμε λύτρωσιν εις τον λαόν αυτού,
69 καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,
και ανήγειρεν εις ημάς κέρας σωτηρίας εν τω οίκω Δαβίδ του δούλου αυτού,
70 καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, (aiōn g165)
καθώς ελάλησε διά στόματος των αγίων, των απ' αιώνος προφητών αυτού, (aiōn g165)
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
σωτηρίαν εκ των εχθρών ημών και εκ της χειρός πάντων των μισούντων ημάς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
διά να εκπληρώση το έλεος αυτού προς τους πατέρας ημών και να ενθυμηθή την αγίαν διαθήκην αυτού,
73 ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
τον όρκον, τον οποίον ώμοσε προς Αβραάμ τον πατέρα ημών, ότι θέλει δώσει εις ημάς
74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
να ελευθερωθώμεν εκ της χειρός των εχθρών ημών και να λατρεύωμεν αυτόν αφόβως
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
εν οσιότητι και δικαιοσύνη ενώπιον αυτού πάσας τας ημέρας της ζωής ημών.
76 Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
Και συ, παιδίον, προφήτης του Υψίστου θέλεις ονομασθή. Διότι θέλεις προπορευθή προ προσώπου του Κυρίου εις το να ετοιμάσης τας οδούς αυτού,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
εις το να δώσης γνώσιν σωτηρίας εις τον λαόν αυτού διά της αφέσεως των αμαρτιών αυτών
78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
διά σπλάγχνα ελέους του Θεού ημών με τα οποία επεσκέφθη ημάς ανατολή εξ ύψους,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
διά να φωτίση τους καθημένους εν σκότει και σκιά θανάτου, ώστε να κατευθύνη τους πόδας ημών εις οδόν ειρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Το δε παιδίον ηύξανε και εδυναμούτο κατά το πνεύμα, και ήτο εν ταις ερήμοις έως της ημέρας καθ' ην έμελλε να αναδειχθή προς τον Ισραήλ.

< Κατα Λουκαν 1 >