< Κατα Λουκαν 17 >

1 ελεγεν δε και προς τους μαθητας αυτου ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὗ ἔρχεται.
2 λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων
λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
3 προσεχετε εαυτοις εαν δε αμαρτη εις σε ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω
προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
4 και εαν επτακις της ημερας αμαρτη εις σε και επτακις της ημερας επιστρεψη [ προς σε ] λεγων μετανοω αφησεις αυτω
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σέ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
5 και ειπον οι αποστολοι τω κυριω προσθες ημιν πιστιν
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.
6 ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν
εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει ευθεως παρελθων αναπεσε
τίς δὲ [ἐξ] ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, Εὐθέως παρελθὼν ἀνάπεσε;
8 αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ
ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
9 μη χαριν εχει τω δουλω εκεινω οτι εποιησεν τα διαταχθεντα ου δοκω
μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν οτι ο ωφειλομεν ποιησαι πεποιηκαμεν
οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
11 και εγενετο εν τω πορευεσθαι αυτον εις ιερουσαλημ και αυτος διηρχετο δια μεσου σαμαρειας και γαλιλαιας
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι [αὐτὸν] εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
12 και εισερχομενου αυτου εις τινα κωμην απηντησαν αυτω δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν
καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν [αὐτῷ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν,
13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας
καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν
καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.
15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον
εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαρειτης
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ [δὲ] ἐννέα ποῦ;
18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε
καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
21 ουδε ερουσιν ιδου ωδε η ιδου εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν
οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν.
22 ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε
εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23 και ερουσιν υμιν ιδου ωδε ιδου εκει μη απελθητε μηδε διωξητε
καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ἐκεῖ ἰδοὺ ὧδε, μὴ ἀπέλθητε, μηδὲ διώξητε.
24 ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπ ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται και ο υιος του ανθρωπου εν τη ημερα αυτου
ὥσπερ γὰρ ἡ ἀστραπὴ [ἡ] ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης
πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
27 ησθιον επινον εγαμουν εξεγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν απαντας
ἤσθιον ἔπινον, ἐγάμουν ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
28 ομοιως και ως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν
ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον, ἠγόραζον ἐπώλουν, ἐφύτευον ᾠκοδόμουν·
29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντας
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας·
30 κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται
κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
31 εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν τω αγρω ομοιως μη επιστρεψατω εις τα οπισω
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 μνημονευετε της γυναικος λωτ
μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 ος εαν ζητηση την ψυχην αυτου σωσαι απολεσει αυτην και ος εαν απολεση αυτην ζωογονησει αυτην
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ, ζωογονήσει αὐτήν.
34 λεγω υμιν ταυτη τη νυκτι δυο εσονται επι κλινης μιας εις παραληφθησεται και ο ετερος αφεθησεται
λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
35 δυο εσονται αληθουσαι επι το αυτο μια παραληφθησεται και η ετερα αφεθησεται
ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [ἡ] μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.
36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται
37 και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει επισυναχθησονται [ και ] οι αετοι
Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.

< Κατα Λουκαν 17 >