< Revelation 4 >

1 After these things I saw, and lo, a door opened in the heaven, and the first voice that I heard [is] as of a trumpet speaking with me, saying, 'Come up hither, and I will shew thee what it behoveth to come to pass after these things;'
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, λέγων· ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 and immediately I was in the Spirit, and lo, a throne was set in the heaven, and upon the throne is [one] sitting,
[καὶ] εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
3 and He who is sitting was in sight like a stone, jasper and sardine: and a rainbow was round the throne in sight like an emerald.
ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὁμοίως ὅρασις σμαραγδίνων.
4 And around the throne [are] thrones twenty and four, and upon the thrones I saw the twenty and four elders sitting, clothed in white garments, and they had upon their heads crowns of gold;
[καὶ] κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 and out of the throne proceed do lightnings, and thunders, and voices; and seven lamps of fire are burning before the throne, which are the Seven Spirits of God,
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
6 and before the throne [is] a sea of glass like to crystal, and in the midst of the throne, and round the throne, [are] four living creatures, full of eyes before and behind;
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ· καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
7 and the first living creature [is] like a lion, and the second living creature [is] like a calf, and the third living creature hath the face as a man, and the fourth living creature [is] like an eagle flying.
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 And the four living creatures, each by itself severally, had six wings, around and within [are] full of eyes, and rest they have not day and night, saying, 'Holy, holy, holy, Lord God Almighty, who was, and who is, and who is coming;'
καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾽ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 and when the living creatures do give glory, and honour, and thanks, to Him who is sitting upon the throne, who is living to the ages of the ages, (aiōn g165)
Καὶ ὅταν δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn g165)
10 fall down do the twenty and four elders before Him who is sitting upon the throne, and bow before Him who is living to the ages of the ages, and they cast their crowns before the throne, saying, (aiōn g165)
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· (aiōn g165)
11 'Worthy art Thou, O Lord, to receive the glory, and the honour, and the power, because Thou — Thou didst create the all things, and because of Thy will are they, and they were created.'
ἄξιος εἶ, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

< Revelation 4 >