< Malachi 2 >

1 And now, O ye priests, this commandment [is] for you.
καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς
2 If ye will not hear, and if ye will not lay [it] to heart, to give glory to my name, saith the LORD of hosts, I will even send a curse upon you, and I will curse your blessings; yes, I have cursed them already, because ye do not lay [it] to heart.
ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν
3 Behold, I will corrupt your seed, and spread dung upon your faces, [even] the dung of your solemn feasts; and [one] shall take you away with it.
ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό
4 And ye shall know that I have sent this commandment to you, that my covenant might be with Levi, saith the LORD of hosts.
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ
5 My covenant was with him of life and peace; and I gave them to him [for] the fear with which he feared me, and was afraid before my name.
ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν
6 The law of truth was in his mouth, and iniquity was not found in his lips: he walked with me in peace and equity, and turned many away from iniquity.
νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας
7 For the priest's lips should keep knowledge, and they should seek the law at his mouth: for he [is] the messenger of the LORD of hosts.
ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν
8 But ye have departed out of the way; ye have caused many to stumble at the law; ye have corrupted the covenant of Levi, saith the LORD of hosts.
ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ Λευι λέγει κύριος παντοκράτωρ
9 Therefore have I also made you contemptible and base before all the people, according as ye have not kept my ways, but have been partial in the law.
κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ
10 Have we not all one father? hath not one God created us? why do we deal treacherously every man against his brother, by profaning the covenant of our fathers?
οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν
11 Judah hath dealt treacherously, and an abomination is committed in Israel and in Jerusalem; for Judah hath profaned the holiness of the LORD whom he loved, and hath married the daughter of a strange god.
ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους
12 The LORD will cut off the man that doeth this, the master and the scholar, out of the tabernacles of Jacob, and him that offereth an offering to the LORD of hosts.
ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι
13 And this have ye done again, covering the altar of the LORD with tears, with weeping, and with crying out, insomuch that he regardeth not the offering any more, or receiveth [it] with good will at your hand.
καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν
14 Yet ye say, Why? Because the LORD hath been witness between thee and the wife of thy youth, against whom thou hast dealt treacherously: yet [is] she thy companion, and the wife of thy covenant.
καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου
15 And did he not make one? Yet had he the residue of the spirit. And why one? That he might seek a godly seed. Therefore take heed to your spirit, and let none deal treacherously against the wife of his youth.
καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ’ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς
16 For the LORD, the God of Israel, saith, that he hateth putting away: for [one] covereth violence with his garment, saith the LORD of hosts: therefore take heed to your spirit, that ye deal not treacherously.
ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε
17 Ye have wearied the LORD with your words. Yet ye say, In what have we wearied [him]? When ye say, Every one that doeth evil [is] good in the sight of the LORD, and he delighteth in them; or, Where [is] the God of judgment?
οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης

< Malachi 2 >