< Mark 10 >

1 And, from thence, arising, he cometh into the bounds of Judaea and beyond the Jordan, —and there come together again, multitudes unto him, and, as he had been wont, again, was he teaching them.
Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
2 And Pharisees coming near were questioning him—whether it is allowed a husband to divorce a wife, testing him.
καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 But, he, answering, said unto them—What unto you did, Moses, command?
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωυσῆς;
4 And, they, said—Moses permitted, to write, a roll of dismissal, and to divorce.
οἱ δὲ εἶπαν, Ἐπέτρεψεν Μωυσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 But, Jesus, said unto them—In view of your hardness of heart, wrote he for you this commandment;
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
6 But, from the beginning of creation, male and female, made he [them];
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
7 For this cause, shall a man leave behind his father and mother,
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα· καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,
8 and, the two, shall become, one flesh; so that, no longer, are they two, but, one flesh.
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ.
9 What then, God, hath yoked together, let, a man, not put asunder.
ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 And, [coming] into the house again, the disciples, concerning this, were questioning him;
καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτησαν αὐτόν.
11 and he saith unto them—Whosoever shall divorce his wife, and marry another, committeth adultery against her;
καὶ λέγει αὐτοῖς, Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν·
12 And, if, she, divorcing her husband, marry another, she committeth adultery.
καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον, μοιχᾶται.
13 And they were bringing unto him children, that he might, touch, them, —the disciples, however, were rebuking them.
Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
14 But Jesus, seeing it, was greatly displeased, and said unto them—Suffer the children to come unto me, —do not hinder them; for, of such, is the kingdom of God.
ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ·
15 Verily, I say unto you—Whosoever shall not welcome the kingdom of God, as a child, in nowise shall enter thereinto.
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16 And, folding them in his arms, he was blessing them, having laid his hands upon them.
καὶ ἐναγκαλισάμενος αὐτά, κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.
17 And, as he was going forth into a road, one, running, and kneeling before him, was questioning him—Good Teacher! what shall I do that, life age—abiding, I may inherit? (aiōnios g166)
Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios g166)
18 And, Jesus, said unto him—Why callest thou me, good? None, is good, save one—God.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
19 The commandments, thou knowest, —Do not commit murder, Do not commit adultery, Do not steal; Do not bear false witness, Do not defraud, Honour thy father and mother.
τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς· μὴ φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· μὴ ἀποστερήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
20 And, he, said unto him—Teacher! all these things, have I kept, from my youth.
ὁ δὲ ἀποκριθεὶς ἔφη αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21 And, Jesus, looking at him, loved him, and said unto him—One thing, unto thee, is wanting; —Withdraw! whatsoever thou hast, sell, and give unto [the] destitute, —and thou shalt have treasure in heaven; and come! be following me.
ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοί.
22 And, he, becoming gloomy because of the word, departed sorrowing, for he was holding, many possessions.
ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 And, looking around, Jesus saith unto his disciples—With what difficulty, shall, they who have money, enter, into the kingdom of God!
καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
24 And, the disciples, were in amazement, because of the words. But, Jesus, again answering, saith unto them—Children! how difficult, it is, to enter, into the kingdom of God!
οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
25 It is, easier, for a camel, through the eye of a needle, to pass, than for, a rich man, into the kingdom of God, to enter.
εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26 And, they, were being exceedingly struck with astonishment, saying unto him—Who, then, can, be saved?
οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;
27 Looking at them, Jesus saith—With men, impossible, but not, with God; for, all things, are possible, with God
ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
28 Peter began to be saying unto him—Lo! we, have left all, and followed thee!
ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήκαμέν σοι.
29 Jesus said—Verily, I say unto you—There is, no one, who hath left house, or brethren, or sisters, or mother, or father, or children, or lands, for the sake of me, and [for the sake of] the glad-message,
ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν, ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
30 who shall not receive a hundredfold, now, in this season, houses, and brethren, and sisters, and mothers, and children, and lands, —with persecutions, and, in the age that is coming, life age-abiding. (aiōn g165, aiōnios g166)
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
31 But, many, shall be—first-last, and [the] Last-first.
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.
32 Now they were in the way, going up unto Jerusalem, and Jesus was going on before them, —and they were in amazement; and, they who followed, were in fear. And, taking unto himself, again, the twelve, he began to be saying unto them, as to the things about to befall him—
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
33 Lo! we are going up unto Jerusalem; and, the Son of Man, will be delivered up, unto the Chief-priests and the Scribes, —and they will condemn him to death, and deliver him up unto the nations;
ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν,
34 And they will mock him, and spit upon him, and scourge him, and, slay; —and, after three days, will he, arise.
καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἀποκτενοῦσιν [αὐτόν]· καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35 And there come near unto him, James and John, the [two] sons of Zebedee, —saying unto him—Teacher! we desire, that, whatsoever we shall ask thee, thou wilt do for us.
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
36 But, he, said unto them—What desire ye, I should do for you?
ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιήσω ὑμῖν;
37 And, they, said unto him—Grant us, that, one on thy right hand, and one on thy left, we may sit, in thy glory.
οἱ δὲ εἶπαν αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 But, Jesus, said unto them—Ye know not what ye are asking: Are ye able to drink the cup that, I, am to drink? or to be immersed, with the immersion wherewith, I, am to be immersed?
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 And, they, said unto him—We are able. And, Jesus, said unto them—The cup which, I, am to drink, ye shall drink, and, with the immersion wherewith, I, am to be immersed, shall ye be immersed;
οἱ δὲ εἶπαν αὐτῷ, Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40 But, to sit on my right hand and on my left, is not mine to give, except unto them for whom it hath been prepared.
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται.
41 And the ten, hearing, began to be sorely displeased, concerning James and John.
καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 And Jesus, calling them near, saith unto them—Ye know that, they who think to rule the nations, lord it over them, and, their great ones, wield authority over them;
καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν·
43 But, not so, it is, among you. But, whosoever desireth to become, great, among you, shall be, your minister,
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος·
44 And, whosoever desireth, among you, to be, first, shall be, servant of all;
καὶ ὃς ἐὰν θέλῃ ὑμῶν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος·
45 For, even the Son of Man, came not to be ministered unto, but minister, —and to give his life, a ransom instead of many.
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 And they come into Jericho. And, as he was journeying forth from Jericho, and his disciples, and a considerable multitude, the son of Timaeus, blind Bar-Timaeus, a beggar, was sitting beside the road.
Καὶ ἔρχονται εἰς Ἱεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτίμαιος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν.
47 And, hearing that it was, Jesus the Nazarene, he began to be crying aloud, and saying—O Son of David! Jesus! have mercy on me.
καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυεὶδ Ἰησοῦ, ἐλέησόν με.
48 And many were rebuking him, that he might hold his peace; but, he, so much the more, was crying aloud, O Son of David, have mercy on me.
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυείδ, ἐλέησόν με.
49 And, coming to a stand, Jesus said—Call him! And they call the blind man, saying unto him—Take courage! rise! he calleth thee!
καὶ στὰς ὁ Ἰησοῦς εἶπεν, Φωνήσατε αὐτόν· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ, Θάρσει· ἔγειρε, φωνεῖ σε.
50 And, he, throwing off his mantle—springing to his feet, came unto Jesus.
ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν·
51 And, answering him, Jesus said—What desirest thou, I should do for thee? And, the blind man, said unto him—Rabboni! that may recover sight.
καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν, Τί θέλεις ποιήσω σοί; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω.
52 And, Jesus, said unto him—Go thy way! thy faith, hath saved thee. And, straightway, he recovered sight, and was following him in the road.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

< Mark 10 >