< John 15 >

1 I, am the real vine, and, my Father, is, the husbandman.
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν.
2 Every branch in me that beareth not fruit, He taketh it away; and, every one that beareth, fruit, He pruneth it, that, more fruit, it may bear.
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
3 Already, ye, are, pure, because of the word which I have spoken unto you:
ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.
4 Abide in me, and, I, in you. Just as, the branch, cannot be bearing fruit of itself, except it abide in the vine, so, neither, ye, except, in me, ye abide.
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
5 I, am the vine: Ye, are the branches. He that abideth in me and, I, in him, the same, beareth much fruit; because, apart from me, ye can bring forth, nothing.
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
6 If one abide not me, he is cast out as the branch, and withered, and they gather them, —and, into fire, they cast them, and they are burned.
ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται.
7 If ye abide in me, and, my sayings, in you, abide, whatsoever ye may be desiring, ask! and it shall be brought to pass for you.
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.
8 Herein, was my Father glorified, that, much fruit, ye should bear, and become my disciples.
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί.
9 Just as the Father loved me, I also, loved you: Abide ye in my love.
καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
10 If, my commandments, ye keep, ye shall abide in my love, —just as, I, the Father’s commandments, have kept, and abide in his love.
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
11 These things, have I spoken unto you, that, my own joy, in you, may be, and, your joy, may be made full.
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
12 This, is my own commandment, That ye be loving one another, just as I loved you.
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
13 Greater love than this, hath, no one, That, his life, one should lay down in behalf of his friends.
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
14 Ye, are, friends of mine, if ye be doing that which, I, am commanding you.
ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
15 No longer, do I call you, servants, for, the servant, knoweth not what, his lord, is doing. But, you, I have called, friends, because, all things which I heard from my Father, made I known unto you.
οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
16 Not, ye, chose, me, but, I, chose you, and placed you, that ye should go your way and bear, fruit, —and, your fruit, should abide: that, whatsoever ye should ask the Father in my name, he might give unto you.
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
17 These things, I command you, That ye be loving one another.
Ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
18 If, the world, is hating, you, ye are getting to know that, me, before you, it hath hated.
εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
19 If, of the world, ye had been, the world, of its own, had been fond; but, because, of the world, ye are not, on the contrary, I, chose you out of the world, therefore, the world, doth hate you.
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
20 Remember the word which, I, spake unto you: A servant is not greater than his lord. If, me, they persecuted, you too, will they persecute, —If, my word, they kept, your own also, will they keep.
μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
21 But, all these things, will they do unto you, on account of my name, because they know not him that sent me.
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
22 Had I not come and spoken unto them, Sin, had they none; but, now, have they no, excuse, for their sin.
εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
23 He that hateth me, hateth, my Father also.
ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
24 Had I not done among them, the works, which, no other, had done, sin, had they none; but, now, have they, both seen and hated both me and my Father.
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου·
25 But…that the word which, in their law, is written, might be fulfilled—They hated me without cause.
ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν.
26 Whensoever the Advocate shall come, Whom, I, will send unto you from the Father, The Spirit of truth, which, from the Father, cometh forth, He, will bear witness concerning me;
Ὅταν [δὲ] ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
27 And do, ye also, bear witness, because, from the beginning, ye are, with me,
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.

< John 15 >