< Hebrews 5 >

1 For, every high-priest who from among men is taken, on behalf of men, is appointed, as to the things pertaining unto God, that he may be offering [both] gifts and sacrifices for sins, —
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
2 Able, to have a measure of feeling, for the ignorant and erring, —since, he also, is compassed with weakness;
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
3 And, for this cause, is he obliged—as for the people, so also, for himself, —to be offering for sins;
καὶ ⸂διʼ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ⸀αὑτοῦπροσφέρειν ⸀περὶἁμαρτιῶν.
4 And, not unto himself, doth one take the honour, but when called by God, just as, even Aaron:
καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, ⸀καθώσπερκαὶ Ἀαρών.
5 Thus, also the Christ, glorified not himself to become a high-priest, but he that spake unto him—My Son, art, thou, I, this day, have begotten thee;
Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
6 As also, in a different place, he saith—Thou, art a priest, age-abidingly, according to the rank of Melchizedek: (aiōn g165)
καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ, (aiōn g165)
7 Who, in the days of his flesh, having offered up, both supplications and entreaties unto him that was able to save him out of death, with mighty outcries and tears, and been hearkened to by reason of his devoutness,
ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
8 Even though he was a son, yet learned, from what things he suffered, obedience;
καίπερ ὢν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν,
9 And, being made perfect, became, to all them that obey him, Author of salvation age-abiding; (aiōnios g166)
καὶ τελειωθεὶς ἐγένετο ⸂πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, (aiōnios g166)
10 Being addressed by God as high-priest—according to the rank of Melchizedek.
προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
11 Concerning whom, great, is our discourse, and of difficult interpretation, to express, seeing that, slothful, have ye become in the hearing;
Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς·
12 For, even when ye ought to be teachers, by reason of the time, again, have ye, need, that one be teaching, you, what are the first principles of the oracles of God, and have become such as have, need, of milk, not, of strong food;
καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς ⸀τινὰτὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, ⸀οὐστερεᾶς τροφῆς.
13 For, every one partaking of milk, is unskilled in discourse of righteousness, for he is, a babe;
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
14 But, to such as are mature, pertaineth, the strong food, to them who, by reason of habit, have their organs of perception well trained for discriminating both good and evil.
τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

< Hebrews 5 >