< Luke 18 >

1 And he spake a parable unto them to the end that they ought always to pray, and not to faint;
Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν
2 saying, There was in a city a judge, which feared not God, and regarded not man:
λέγων, “Κριτής τις ἦν ἔν τινι πόλει, τὸν ˚Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3 and there was a widow in that city; and she came oft unto him, saying, Avenge me of mine adversary.
Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ‘Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.’
4 And he would not for a while: but afterward he said within himself, Though I fear not God, nor regard man;
Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ, ‘Εἰ καὶ τὸν ˚Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
5 yet because this widow troubleth me, I will avenge her, lest she wear me out by her continual coming.
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.’”
6 And the Lord said, Hear what the unrighteous judge saith.
Εἶπεν δὲ ὁ ˚Κύριος, “Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
7 And shall not God avenge his elect, which cry to him day and night, and he is longsuffering over them?
Ὁ δὲ ˚Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς;
8 I say unto you, that he will avenge them speedily. Howbeit when the Son of man cometh, shall he find faith on the earth?
Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;”
9 And he spake also this parable unto certain which trusted in themselves that they were righteous, and set all others at nought:
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντες τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην:
10 Two men went up into the temple to pray; the one a Pharisee, and the other a publican.
“Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
11 The Pharisee stood and prayed thus with himself, God, I thank thee, that I am not as the rest of men, extortioners, unjust, adulterers, or even as this publican.
Ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο: ‘Ὁ ˚Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
12 I fast twice in the week; I give tithes of all that I get.
Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα, ὅσα κτῶμαι.’
13 But the publican, standing afar off, would not lift up so much as his eyes unto heaven, but smote his breast, saying, God, be merciful to me a sinner.
Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ‘Ὁ ˚Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ!’
14 I say unto you, This man went down to his house justified rather than the other: for every one that exalteth himself shall be humbled; but he that humbleth himself shall be exalted.
Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρʼ ἐκεῖνον. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
15 And they brought unto him also their babes, that he should touch them: but when the disciples saw it, they rebuked them.
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ, οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
16 But Jesus called them unto him, saying, Suffer the little children to come unto me, and forbid them not: for of such is the kingdom of God.
Ὁ δὲ ˚Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
17 Verily I say unto you, Whosoever shall not receive the kingdom of God as a little child, he shall in no wise enter therein.
Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.”
18 And a certain ruler asked him, saying, Good Master, what shall I do to inherit eternal life? (aiōnios g166)
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, “Διδάσκαλε ἀγαθέ, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω;” (aiōnios g166)
19 And Jesus said unto him, Why callest thou me good? none is good, save one, [even] God.
Εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός.
20 Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour thy father and mother.
Τὰς ἐντολὰς οἶδας: ‘Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’”
21 And he said, All these things have I observed from my youth up.
Ὁ δὲ εἶπεν, “Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου.”
22 And when Jesus heard it, he said unto him, One thing thou lackest yet: sell all that thou hast, and distribute unto the poor, and thou shalt have treasure in heaven: and come, follow me.
Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις, πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.”
23 But when he heard these things, he became exceeding sorrowful; for he was very rich.
Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
24 And Jesus seeing him said, How hardly shall they that have riches enter into the kingdom of God!
Ἰδὼν δὲ αὐτὸν ὁ ˚Ἰησοῦς εἶπεν, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται.
25 For it is easier for a camel to enter in through a needle’s eye, than for a rich man to enter into the kingdom of God.
Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.”
26 And they that heard it said, Then who can be saved?
Εἶπον δὲ οἱ ἀκούσαντες, “Καὶ τίς δύναται σωθῆναι;”
27 But he said, The things which are impossible with men are possible with God.
Ὁ δὲ εἶπεν, “Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ ˚Θεῷ ἐστιν.”
28 And Peter said, Lo, we have left our own, and followed thee.
Εἶπεν δὲ ὁ Πέτρος, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.”
29 And he said unto them, Verily I say unto you, There is no man that hath left house, or wife, or brethren, or parents, or children, for the kingdom of God’s sake,
Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γυναῖκα, ἢ ἀδελφοὺς, ἢ γονεῖς, ἢ τέκνα, εἵνεκεν τῆς Βασιλείας τοῦ ˚Θεοῦ,
30 who shall not receive manifold more in this time, and in the world to come eternal life. (aiōn g165, aiōnios g166)
ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.” (aiōn g165, aiōnios g166)
31 And he took unto him the twelve, and said unto them, Behold, we go up to Jerusalem, and all the things that are written by the prophets shall be accomplished unto the Son of man.
Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου.
32 For he shall be delivered up unto the Gentiles, and shall be mocked, and shamefully entreated, and spit upon:
Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται.
33 and they shall scourge and kill him: and the third day he shall rise again.
Καὶ μαστιγώσαντες, ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται.”
34 And they understood none of these things; and this saying was hid from them, and they perceived not the things that were said.
Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 And it came to pass, as he drew nigh unto Jericho, a certain blind man sat by the way side begging:
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
36 and hearing a multitude going by, he inquired what this meant.
Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
37 And they told him, that Jesus of Nazareth passeth by.
Ἀπήγγειλαν δὲ αὐτῷ, ὅτι “˚Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.”
38 And he cried, saying, Jesus, thou son of David, have mercy on me.
Καὶ ἐβόησεν λέγων, “˚Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.”
39 And they that went before rebuked him, that he should hold his peace: but he cried out the more a great deal, Thou son of David, have mercy on me.
Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ. Αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.”
40 And Jesus stood, and commanded him to be brought unto him: and when he was come near, he asked him,
Σταθεὶς δὲ, ˚Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτόν,
41 What wilt thou that I should do unto thee? And he said, Lord, that I may receive my sight.
“Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ εἶπεν, “˚Κύριε, ἵνα ἀναβλέψω.”
42 And Jesus said unto him, Receive thy sight: thy faith hath made thee whole.
Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.”
43 And immediately he received his sight, and followed him, glorifying God: and all the people, when they saw it, gave praise unto God.
Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν ˚Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ ˚Θεῷ.

< Luke 18 >