< Luke 18 >

1 And he spoke a parable to them to show that they ought to pray always, and not be faint-hearted:
Ἔλεγεν ⸀δὲπαραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι ⸀αὐτοὺςκαὶ μὴ ἐγκακεῖν,
2 saying, There was in a certain city a judge, who feared not God, nor regarded man.
λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3 And there was a widow in that city; and she kept coming to him, saying, Avenge me of my adversary!
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 And he would not for some time. But afterward he said within himself, Though I neither fear God, nor regard man,
καὶ οὐκ ⸀ἤθελενἐπὶ χρόνον, μετὰ ⸂ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι ⸂οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
5 yet, because this widow troubleth me, I will avenge her; lest by coming for ever she weary me out.
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
6 And the Lord said, Hear what the unjust judge saith.
εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
7 And will not God avenge his chosen, who cry to him day and night, though he be slow to punish in their behalf?
ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων ⸀αὐτῷἡμέρας καὶ νυκτός, καὶ ⸀μακροθυμεῖἐπʼ αὐτοῖς;
8 I tell you that he will avenge them speedily. But yet, when the Son of man cometh, will he find faith on the earth?
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9 And to some who trusted in themselves that they were righteous, and despised all others, he spoke this parable:
Εἶπεν δὲ ⸀καὶπρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
10 Two men went up into the temple to pray; the one a Pharisee, and the other a publican.
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ⸀ὁεἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11 The Pharisee stood and prayed by himself thus: O God, I thank thee that I am not as the rest of men, extortioners, unjust, adulterers, or even as this publican.
ὁ Φαρισαῖος σταθεὶς ⸂πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ⸀ὥσπεροἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
12 I fast twice in the week; I give tithes of all that I gain.
νηστεύω δὶς τοῦ σαββάτου, ⸀ἀποδεκατῶπάντα ὅσα κτῶμαι.
13 But the publican, standing afar off, would not even lift up his eyes to heaven; but smote his breast, saying, O God, be merciful to me a sinner!
⸂ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ⸂ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ⸀ἔτυπτετὸ στῆθος ⸀αὐτοῦλέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 I tell you, this man went down to his house justified rather than the other; for every one that exalteth himself will be humbled; but he that humbleth himself will be exalted.
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ⸂παρʼ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 And they brought to him infants also, that he might touch them; and the disciples, on seeing it, rebuked them.
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ⸀ἐπετίμωναὐτοῖς.
16 But Jesus called them to him, saying, Suffer the little children to come to me, and forbid them not; for to such belongeth the kingdom of God.
ὁ δὲ Ἰησοῦς ⸂προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
17 Truly do I say to you, Whoever shall not receive the kingdom of God as a little child, will not enter therein.
ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂνμὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 And a certain ruler asked him, saying, Good teacher, what shall I do to inherit everlasting life? (aiōnios g166)
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios g166)
19 And Jesus said to him, Why dost thou call me good? None is good but one, that is, God.
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
20 Thou knowest the commandments: “Do not commit adultery; Do not kill; Do not steal; Do not bear false witness; Honor thy father and thy mother.”
τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα
21 And he said, All these have I kept from my youth.
ὁ δὲ εἶπεν· Ταῦτα πάντα ⸀ἐφύλαξαἐκ νεότητος ⸀μου
22 And Jesus hearing this said to him, One thing thou still lackest: sell all that thou hast, and distribute to the poor, and thou shalt have treasure in heaven; and come, follow me.
ἀκούσας ⸀δὲὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι.
23 But when he heard this, he became very sorrowful; for he was very rich.
ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα.
24 And Jesus seeing him said, How hardly do they that have riches enter the kingdom of God!
Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦςεἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται·
25 It is easier for a camel to go through the eye of a needle, than for a rich man to enter the kingdom of God.
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26 And those who heard this said, Who then can be saved?
Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;
27 But he said, What is impossible with men is possible with God.
ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν.
28 Then Peter said, Lo! we left what we had, and followed thee.
Εἶπεν δὲ ⸀ὁΠέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
29 And he said to them, Truly do I say to you, There is no one that hath left house, or wife, or brothers, or parents, or children, for the sake of the kingdom of God,
ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ⸂γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
30 who will not receive many fold more in the present time, and in the world to come everlasting life. (aiōn g165, aiōnios g166)
ὃς ⸀οὐχὶμὴ ⸀ἀπολάβῃπολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
31 And taking the twelve aside, he said to them, Behold, we are going up to Jerusalem, and all that hath been written by the prophets concerning the Son of man will be accomplished.
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς ⸀Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
32 For he will be delivered up to the gentiles, and will be mocked, and insulted, and spit upon;
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
33 and they will scourge him, and put him to death; and the third day he will rise again.
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34 And they understood none of these things; and the meaning of these words was hidden from them, and they did not comprehend what was said.
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 And it came to pass, as he drew near to Jericho, that a certain blind man was sitting by the wayside begging.
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ⸀ἐπαιτῶν
36 And hearing a multitude passing by, he asked what this meant.
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο ⸀τίεἴη τοῦτο·
37 And they told him that Jesus of Nazareth was passing by.
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 And he cried out, saying, Jesus, Son of David, have pity on me!
καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
39 And they who went before sharply bade him hold his peace. But he cried out the more, Son of David, have pity on me!
καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα ⸀σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
40 And Jesus stopped, and ordered him to be brought to him. And when he had come near, he asked him,
σταθεὶς δὲ ⸀ὁἸησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
41 What dost thou wish me to do for thee? And he said, Lord, to restore my sight.
⸀Τίσοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω.
42 And Jesus said to him, Receive thy sight; thy faith hath saved thee.
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
43 And immediately he received his sight, and followed him, giving glory to God; and all the people on seeing it gave praise to God.
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

< Luke 18 >