< Nehemiah 7 >

1 Now it happened, when the wall was built, and I had set up the doors, and the gatekeepers and the singers and the Levites were appointed,
καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
2 that I put my brother Hanani, and Hananiah the commander of the fortress, in charge of Jerusalem; for he was a faithful man, and feared God above many.
καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
3 I said to them, "Do not let the gates of Jerusalem be opened until the sun is hot; and while they stand guard, let them shut the doors, and you bar them: and appoint watches of the inhabitants of Jerusalem, everyone in his watch, with everyone near his house."
καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
4 Now the city was wide and large; but the people were few in it, and the houses were not built.
καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
5 My God put into my heart to gather together the nobles, and the rulers, and the people, that they might be reckoned by genealogy. I found the book of the genealogy of those who came up at the first, and I found written in it:
καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
6 These are the people of the province, who went up out of the captivity of those who had been carried away, whom Nebuchadnezzar the king of Babylon had carried away, and who returned to Jerusalem and to Judah, everyone to his city;
καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
7 who came with Zerubbabel, Jeshua, Nehemiah, Seraiah, Reelaiah, Nahamani, Mordecai, Bilshan, Mispar, Bigvai, Rehum, Baanah. The number of the men of the people of Israel:
μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
8 The descendants of Parosh, two thousand one hundred seventy-two.
υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
9 The descendants of Shephatiah, three hundred seventy-two.
υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
10 The descendants of Arah, six hundred fifty-two.
υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
11 The descendants of Pahath-Moab, of the descendants of Jeshua and Joab, two thousand eight hundred eighteen.
υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
12 The descendants of Elam, one thousand two hundred fifty-four.
υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
13 The descendants of Zattu, eight hundred forty-five.
υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
14 The descendants of Zaccai, seven hundred sixty.
υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
15 The descendants of Bani, six hundred forty-eight.
υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
16 The descendants of Bebai, six hundred twenty-eight.
υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
17 The descendants of Azgad, two thousand three hundred twenty-two.
υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
18 The descendants of Adonikam, six hundred sixty-seven.
υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
19 The descendants of Bigvai, two thousand sixty-seven.
υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
20 The descendants of Adin, six hundred fifty-five.
υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
21 The descendants of Ater, of Hezekiah, ninety-eight.
υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
22 The descendants of Hashum, three hundred Twenty-eight.
υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
23 The descendants of Bezai, three hundred twenty-four.
υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
24 The descendants of Jorah, one hundred twelve.
υἱοὶ Αριφ ἑκατὸν δώδεκα
25 The descendants of Gibbar, ninety-five.
υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
26 The men of Bethlehem and Netophah, one hundred eighty-eight.
υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
27 The men of Anathoth, one hundred twenty-eight.
υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
28 The men of Beth Azmaveth, forty-two.
ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
29 The men of Kiriath Jearim, Kephirah, and Beeroth, seven hundred forty-three.
ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
30 The men of Ramah and Geba, six hundred twenty-one.
ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
31 The men of Michmas, one hundred and twenty-two.
ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
32 The men of Bethel and Ai, a hundred twenty-three.
ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
33 The men of the other Nebo, fifty-two.
ἄνδρες Ναβι‐ααρ πεντήκοντα δύο
34 The descendants of the other Elam, one thousand two hundred fifty-four.
ἄνδρες Ηλαμ‐ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
35 The descendants of Harim, three hundred twenty.
υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
36 The descendants of Jericho, three hundred forty-five.
υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
37 The descendants of Lod, Hadid, and Ono, seven hundred twenty-one.
υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
38 The descendants of Senaah, three thousand nine hundred thirty.
υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
39 The priests: The descendants of Jedaiah, of the house of Jeshua, nine hundred seventy-three.
οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
40 The descendants of Immer, one thousand fifty-two.
υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
41 The descendants of Pashhur, one thousand two hundred forty-seven.
υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
42 The descendants of Harim, one thousand seventeen.
υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
43 The Levites: the descendants of Jeshua, of Kadmiel, of the descendants of Hodaviah, seventy-four.
οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
44 The singers: the descendants of Asaph, one hundred forty-eight.
οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
45 The gatekeepers: the descendants of Shallum, the descendants of Ater, the descendants of Talmon, the descendants of Akkub, the descendants of Hatita, the descendants of Shobai, one hundred thirty-eight.
οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
46 The Nethinim: the descendants of Ziha, the descendants of Hasupha, the descendants of Tabbaoth,
οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
47 the descendants of Keros, the descendants of Siaha, the descendants of Padon,
υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
48 the descendants of Lebana, the descendants of Hagaba, the descendants of Salmai,
υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
49 the descendants of Hanan, the descendants of Giddel, the descendants of Gahar,
υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
50 the descendants of Reaiah, the descendants of Rezin, the descendants of Nekoda,
υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
51 the descendants of Gazzam, the descendants of Uzza, the descendants of Paseah.
υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
52 The descendants of Besai, the descendants of Meunim, the descendants of Nephusim,
υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
53 the descendants of Bakbuk, the descendants of Hakupha, the descendants of Harhur,
υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
54 the descendants of Bazluth, the descendants of Mehida, the descendants of Harsha,
υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
55 the descendants of Barkos, the descendants of Sisera, the descendants of Temah,
υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
56 the descendants of Neziah, the descendants of Hatipha.
υἱοὶ Νισια υἱοὶ Ατιφα
57 The descendants of Solomon's servants: the descendants of Sotai, the descendants of Hassophereth, the descendants of Peruda,
υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
58 the descendants of Jaalah, the descendants of Darkon, the descendants of Giddel,
υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
59 the descendants of Shephatiah, the descendants of Hattil, the descendants of Pokereth Hazzebaim, the descendants of Amon.
υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
60 All the Nethinim, and the descendants of Solomon's servants, were three hundred ninety-two.
πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
61 These were those who went up from Tel Melah, Tel Harsha, Cherub, Addan, and Immer; but they could not prove their ancestral houses, nor their descent, whether they were of Israel:
καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
62 The descendants of Delaiah, the descendants of Tobiah, the descendants of Nekoda, six hundred forty-two.
υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
63 Of the priests: the descendants of Hobaiah, the descendants of Hakkoz, the descendants of Barzillai, who took a wife of the daughters of Barzillai the Gileadite, and was called after their name.
καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
64 These searched for their genealogical records, but couldn't find them. Therefore were they deemed polluted and put from the priesthood.
οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
65 The governor said to them, that they should not eat of the most holy things, until there stood up a priest with Urim and Thummim.
καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
66 The whole assembly together was forty-two thousand three hundred sixty,
καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
67 besides their male servants and their female servants, of whom there were seven thousand three hundred thirty-seven: and they had two hundred forty-five singing men and singing women.
πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
68 Their horses were seven hundred thirty-six; their mules, two hundred forty-five;
ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
69 their camels, four hundred thirty-five; their donkeys, six thousand seven hundred twenty.
κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
70 Some from among the heads of ancestral houses gave to the work. The governor gave to the treasury one thousand darics of gold, fifty basins, and five hundred thirty priests' garments.
καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
71 Some of the heads of ancestral houses gave into the treasury of the work twenty thousand darics of gold, and two thousand two hundred minas of silver.
καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
72 That which the rest of the people gave was twenty thousand darics of gold, and two thousand minas of silver, and sixty-seven priests' garments.
καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
73 So the priests, and the Levites, and the gatekeepers, and the singers, and some of the people, and the Nethinim, and all Israel, lived in their cities. When the seventh month had come, the children of Israel were in their cities.
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν

< Nehemiah 7 >