< Matthew 25 >

1 “Then will the kingdom of the heavens be likened to ten virgins, who, having taken their lamps, went forth to meet the bridegroom;
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶνἐξῆλθον εἰς ⸀ὑπάντησιντοῦ νυμφίου.
2 and five of them were prudent, and five foolish;
πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν ⸂μωραὶ καὶ πέντε φρόνιμοι.
3 they who were foolish having taken their lamps, did not take with themselves oil;
⸂αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον·
4 and the prudent took oil in their vessels, with their lamps.
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοιςμετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν
5 And the bridegroom lingering, they all nodded and were sleeping,
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 and in the middle of the night a cry was made, Behold, the bridegroom comes; go forth to meet him!
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ
7 Then all those virgins rose, and trimmed their lamps,
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν
8 and the foolish said to the prudent, Give us of your oil, because our lamps are going out;
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
9 and the prudent answered, saying, Lest there may not be sufficient for us and you, go rather to those selling, and buy for yourselves.
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθεμᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
10 And while they are going away to buy, the bridegroom came, and those ready went in with him to the wedding feasts, and the door was shut;
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
11 and afterward come also the rest of the virgins, saying, Lord, lord, open to us;
ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν·
12 and he answering said, Truly I say to you, I have not known you.
ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
13 Watch therefore, for you have not known the day nor the hour in which the Son of Man comes.
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⸀ὥραν
14 For—as a man going abroad called his own servants, and delivered to them his substance,
Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
15 and to one he gave five talents, and to another two, and to another one, to each according to his several ability, went abroad immediately.
καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
16 And he who received the five talents, having gone, worked with them, and made five other talents;
⸀πορευθεὶςὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησενἄλλα ⸀πέντε
17 in like manner also he who [received] the two, he gained, also he, other two;
⸀ὡσαύτωςὁ τὰ δύο ⸀ἐκέρδησενἄλλα δύο·
18 and he who received the one, having gone away, dug in the earth, and hid his lord’s money.
ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆνκαὶ ⸀ἔκρυψεντὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 And after a long time comes the lord of those servants, and takes reckoning with them;
μετὰ δὲ ⸂πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετʼ αὐτῶν
20 and he who received the five talents, having come, brought five other talents, saying, Lord, you delivered five talents to me; behold, I gained five other talents besides them.
καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα
21 And his lord said to him, Well done, good and faithful servant, you were faithful over a few things, I will set you over many things; enter into the joy of your lord.
⸀ἔφηαὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22 And he also, who received the two talents, having come, said, Lord, you delivered to me two talents; behold, I gained two other talents besides them.
προσελθὼν ⸀δὲκαὶ ὁ τὰ δύο ⸀τάλανταεἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα
23 His lord said to him, Well done, good and faithful servant, you were faithful over a few things, I will set you over many things; enter into the joy of your lord.
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24 And he also who has received the one talent, having come, said, Lord, I knew you, that you are a hard man, reaping where you did not sow, and gathering from where you did not scatter;
προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
25 and having been afraid, having gone away, I hid your talent in the earth; behold, you have your own!
καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
26 And his lord answering said to him, Evil servant, and slothful, you had known that I reap where I did not sow, and I gather from where I did not scatter!
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27 It was necessary [for] you then to put my money to the money-lenders, and having come I had received my own with increase.
ἔδει ⸂σε οὖν βαλεῖν ⸂τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 Take therefore from him the talent, and give to him having the ten talents,
ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
29 for to everyone having will be given, and he will have overabundance, and from him who is not having, even that which he has will be taken from him;
τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
30 and cast forth the unprofitable servant into the outer darkness; there will be the weeping and the gnashing of the teeth.
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 And whenever the Son of Man may come in His glory, and all the holy messengers with Him, then He will sit on a throne of His glory;
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
32 and all the nations will be gathered together before Him, and He will separate them from one another, as the shepherd separates the sheep from the goats,
καὶ ⸀συναχθήσονταιἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
33 and He will set the sheep indeed on His right hand, and the goats on the left.
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34 Then the King will say to those on His right hand, Come, the blessed of My Father, inherit the kingdom that has been prepared for you from the foundation of the world;
τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
35 for I hungered, and you gave Me to eat; I thirsted, and you gave Me to drink; I was a stranger, and you received Me;
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
36 naked, and you clothed Me; I was sick, and you looked after Me; I was in prison, and you came to Me.
γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
37 Then will the righteous answer Him, saying, Lord, when did we see You hungering, and we nourished? Or thirsting, and we gave to drink?
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38 And when did we see You a stranger, and we received? Or naked, and we clothed?
πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
39 And when did we see You ailing or in prison, and we came to You?
πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦνταἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
40 And the King answering, will say to them, Truly I say to you, inasmuch as you did [it] to one of these My brothers—the least—you did [it] to Me.
καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
41 Then will He say also to those on the left hand, Go from Me, the cursed, into the continuous fire that has been prepared for the Devil and his messengers; (aiōnios g166)
τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ ⸀οἱκατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (aiōnios g166)
42 for I hungered, and you gave Me nothing to eat; I thirsted, and you gave Me nothing to drink;
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησακαὶ οὐκ ἐποτίσατέ με,
43 I was a stranger, and you did not receive Me; naked, and you did not clothe Me; sick and in prison, and you did not look after Me.
ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
44 Then they will answer, they also, saying, Lord, when did we see You hungering, or thirsting, or a stranger, or naked, or sick, or in prison, and we did not minister to You?
τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
45 Then will He answer them, saying, Truly I say to you, inasmuch as you did [it] not to one of these, the least, you did [it] not to Me.
τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
46 And these will go away into continuous punishment, but the righteous into continuous life.” (aiōnios g166)
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. (aiōnios g166)

< Matthew 25 >