< 1 Kings 1 >

1 And King David [is] old, entering into days, and they cover him with garments, and he has no heat,
καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο
2 and his servants say to him, “Let them seek [for] a young woman, a virgin, for my lord the king, and she has stood before the king, and is a companion to him, and has lain in your bosom, and my lord the king has heat.”
καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς
3 And they seek [for] a beautiful young woman in all the border of Israel, and find Abishag the Shunammite, and bring her to the king,
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα
4 and the young woman [is] very, very beautiful, and she is a companion to the king, and serves him, and the king has not known her.
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν
5 And Adonijah son of Haggith is lifting himself up, saying, “I reign”; and he prepares for himself a chariot and horsemen, and fifty men running before him,
καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
6 and his father has not grieved him [all] his days, saying, “Why have you done this?” And he also [is] of a very good form, and [his mother] bore him after Absalom.
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ
7 And his words are with Joab son of Zeruiah, and with Abiathar the priest, and they help after Adonijah;
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου
8 and Zadok the priest, and Benaiah son of Jehoiada, and Nathan the prophet, and Shimei, and Rei, and the mighty ones whom David has, have not been with Adonijah.
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου
9 And Adonijah sacrifices sheep and oxen and fatlings near the stone of Zoheleth that [is] by En-Rogel, and calls all his brothers, sons of the king, and for all the men of Judah, servants of the king;
καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παῖδας τοῦ βασιλέως
10 and he has not called Nathan the prophet, and Benaiah, and the mighty ones, and his brother Solomon.
καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν
11 And Nathan speaks to Bathsheba, mother of Solomon, saying, “Have you not heard that Adonijah son of Haggith has reigned, and our lord David has not known?
καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω
12 And now, come, please let me counsel you, and deliver your life and the life of your son Solomon;
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων
13 go and enter in to King David, and you have said to him: Have you not, my lord, O king, sworn to your handmaid, saying, Surely your son Solomon reigns after me, and he sits on my throne? And why has Adonijah reigned?
δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας
14 Behold, you are yet speaking there with the king, and I come in after you, and have completed your words.”
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου
15 And Bathsheba comes in to the king, [into] the inner chamber, and the king [is] very aged, and Abishag the Shunammite is serving the king;
καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ
16 and Bathsheba bows and pays respect to the king, and the king says, “What do you [want]?”
καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς τί ἐστίν σοι
17 And she says to him, “My lord, you have sworn by your God YHWH to your handmaid, [saying], Surely your son Solomon reigns after me, and he sits on my throne;
ἡ δὲ εἶπεν κύριέ μου βασιλεῦ σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
18 and now, behold, Adonijah has reigned, and now, my lord, O king, you have not known;
καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλεῦ οὐκ ἔγνως
19 and he sacrifices ox, and fatling, and sheep in abundance, and calls for all the sons of the king, and for Abiathar the priest, and for Joab head of the host—and he has not called for your servant Solomon.
καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
20 And you, my lord, O king, the eyes of all Israel [are] on you, to declare to them who sit on the throne of my lord the king after him;
καὶ σύ κύριέ μου βασιλεῦ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν
21 and it has been, when my lord the king lies with his fathers, that I have been, I and my son Solomon—[reckoned] sinners.”
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί
22 And behold, she is yet speaking with the king, and Nathan the prophet has come in;
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν
23 and they declare to the king, saying, “Behold, Nathan the prophet”; and he comes in before the king, and bows himself to the king, on his face to the earth.
καὶ ἀνηγγέλη τῷ βασιλεῖ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν
24 And Nathan says, “My lord, O king, you have said, Adonijah reigns after me, and he sits on my throne;
καὶ εἶπεν Ναθαν κύριέ μου βασιλεῦ σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
25 for he has gone down today, and sacrifices ox, and fatling, and sheep, in abundance, and calls for all the sons of the king, and for the heads of the host, and for Abiathar the priest, and behold, they are eating and drinking before him, and they say, Let King Adonijah live!
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεὺς Αδωνιας
26 But he has not called for me, your servant, and for Zadok the priest, and for Benaiah, son of Jehoiada, and for your servant Solomon;
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
27 if this thing has been from my lord the king, then you have not caused your servant to know who sits on the throne of my lord the king after him.”
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν
28 And King David answers and says, “Call for Bathsheba for me”; and she comes in before the king, and stands before the king.
καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ
29 And the king swears and says, “YHWH lives, who has redeemed my soul out of all adversity;
καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
30 surely as I swore to you by YHWH, God of Israel, saying, Surely your son Solomon reigns after me, and he sits on my throne in my stead; surely so I do this day.”
ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ’ ἐμοῦ ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ
31 And Bathsheba bows—face to the earth—and pays respect to the king, and says, “Let my lord, King David, live for all time.”
καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα
32 And King David says, “Call for Zadok the priest, and for Nathan the prophet, and for Benaiah son of Jehoiada for me”; and they come in before the king.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως
33 And the king says to them, “Take the servants of your lord with you, and you have caused my son Solomon to ride on my own mule, and caused him to go down to Gihon,
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ’ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων
34 and Zadok the priest has anointed him there—and Nathan the prophet—for king over Israel, and you have blown with a horn and said, Let King Solomon live;
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε ζήτω ὁ βασιλεὺς Σαλωμων
35 and you have come up after him, and he has come in and has sat on my throne, and he reigns in my stead, and I have appointed him to be leader over Israel, and over Judah.”
καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ’ ἐμοῦ καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα
36 And Benaiah son of Jehoiada answers the king and says, “Amen! So does YHWH, God of my lord the king, say;
καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως
37 as YHWH has been with my lord the king, so is He with Solomon, and makes his throne greater than the throne of my lord King David.”
καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ
38 And Zadok the priest goes down, and Nathan the prophet, and Benaiah son of Jehoiada, and the Cherethite, and the Pelethite, and they cause Solomon to ride on the mule of King David, and cause him to go to Gihon,
καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων
39 and Zadok the priest takes the horn of oil out of the tent, and anoints Solomon, and they blow with a horn, and all the people say, “Let King Solomon live.”
καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων
40 And all the people come up after him, and the people are piping with pipes, and rejoicing [with] great joy, and the earth splits with their voice.
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν
41 And Adonijah hears, and all those called who [are] with him, and they have finished to eat, and Joab hears the noise of the horn and says, “Why [is] the noise of the city roaring?”
καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης
42 He is yet speaking, and behold, Jonathan son of Abiathar the priest has come in, and Adonijah says, “Come in, for you [are] a man of valor, and you bear good tidings.”
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν καὶ εἶπεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἶ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι
43 And Jonathan answers and says to Adonijah, “Truly our lord King David has caused Solomon to reign,
καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων
44 and the king sends with him Zadok the priest, and Nathan the prophet, and Benaiah son of Jehoiada, and the Cherethite, and the Pelethite, and they cause him to ride on the king’s mule,
καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ’ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως
45 and they anoint him—Zadok the priest and Nathan the prophet—for king in Gihon, and have come up there rejoicing, and the city is moved; it [is] the noise that you have heard.
καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε
46 And also Solomon has sat on the throne of the kingdom,
καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας
47 and also the servants of the king have come into bless our lord King David, saying, Your God makes the name of Solomon better than your name, and his throne greater than your throne; and the king bows himself on the bed,
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ
48 and also thus the king has said, Blessed [is] YHWH, God of Israel, who has given [one] sitting on my throne today, and my eyes are seeing.”
καί γε οὕτως εἶπεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν
49 And they tremble, and rise—all those called who [are] for Adonijah—and go, each on his way;
καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ
50 and Adonijah fears because of Solomon, and rises, and goes, and lays hold on the horns of the altar.
καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου
51 And it is declared to Solomon, saying, “Behold, Adonijah fears King Solomon, and behold, he has laid hold on the horns of the altar, saying, Let King Solomon swear to me as today—he does not put his servant to death by the sword.”
καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ
52 And Solomon says, “If he becomes a virtuous man—there does not fall [even one] hair of his to the earth, and if evil is found in him—then he has died.”
καὶ εἶπεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ θανατωθήσεται
53 And King Solomon sends, and they bring him down from off the altar, and he comes in and bows himself to King Solomon, and Solomon says to him, “Go to your house.”
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων καὶ εἶπεν αὐτῷ Σαλωμων δεῦρο εἰς τὸν οἶκόν σου

< 1 Kings 1 >