< Jeremiah 22 >

1 Thus said the Lord, Goe downe to the house of the King of Iudah, and speake there this thing,
τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
2 And say, Heare the worde of the Lord, O King of Iudah, that sittest vpon the throne of Dauid, thou and thy seruants, and thy people that enter in by these gates.
καὶ ἐρεῖς ἄκουε λόγον κυρίου βασιλεῦ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις
3 Thus saith the Lord, Execute ye iudgement and righteousnes, and deliuer the oppressed from the hande of the oppressor, and vexe not the stranger, the fatherlesse, nor the widowe: doe no violence, nor sheade innocent blood in this place.
τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ
4 For if ye do this thing, then shall the kings sitting vpon the throne of Dauid enter in by the gates of this House, and ride vpon charets, and vpon horses, both he and his seruants and his people.
διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν
5 But if ye will not heare these wordes, I sweare by my selfe, saith the Lord, that this House shalbe waste.
ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος
6 For thus hath the Lord spoken vpon the Kings house of Iudah, Thou art Gilead vnto me, and the head of Lebanon, yet surely I wil make thee a wildernes and as cities not inhabited,
ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου ἐὰν μὴ θῶ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας
7 And I will prepare destroyers against thee, euery one with his weapons, and they shall cut downe thy chiefe cedar trees, and cast them in the fire.
καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ
8 And many nations shall passe by this citie, and they shall say euery man to his neighbour, Wherefore hath the Lord done thus vnto this great citie?
καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ
9 Then shall they answere, Because they haue forsaken the couenant of the Lord their God, and worshipped other gods, and serued them.
καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς
10 Weepe not for the dead, and be not moued for them, but weepe for him that goeth out: for he shall returne no more, nor see his natiue countrey.
μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ
11 For thus saith ye Lord, As touching Shallum the sonne of Iosiah King of Iudah, which reigned for Iosiah his father, which went out of this place, he shall not returne thither,
διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι
12 But he shall die in the place, whither they haue ledde him captiue, and shall see this lande no more.
ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτόν ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι
13 Wo vnto him that buildeth his house by vnrighteousnesse, and his chambers without equitie: he vseth his neighbour without wages, and giueth him not for his worke.
ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ
14 He saith, I will build me a wide house and large chambers: so he will make him selfe large windowes, and feeling with cedar, and paint them with vermilion.
ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ
15 Shalt thou reigne, because thou closest thy selfe in cedar? did not thy father eate and drinke and prosper, when he executed iudgement and iustice?
μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν
16 When he iudged the cause of the afflicted and the poore, he prospered: was not this because he knewe me, saith the Lord?
οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ λέγει κύριος
17 But thine eyes and thine heart are but only for thy couetousnesse, and for to sheade innocent blood, and for oppression, and for destruction, euen to doe this.
ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ’ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν
18 Therefore thus saith the Lord against Iehoiakim, the sonne of Iosiah king of Iudah, They shall not lament him, saying, Ah, my brother, or ah, sister: neither shall they mourne for him, saying, Ah, lord, or ah, his glorie.
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν ὦ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε
19 He shalbe buryed, as an asse is buryed, euen drawen and cast foorth without the gates of Ierusalem.
ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ
20 Goe vp to Lebanon, and cry: showte in Bashan and crye by the passages: for all thy louers are destroyed.
ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
21 I spake vnto thee when thou wast in prosperitie: but thou saidest, I will not heare: this hath bene thy maner from thy youth, that thou wouldest not obey my voyce.
ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου
22 The wind shall feede all thy pastors, and thy louers shall goe into captiuitie: and then shalt thou be ashamed and confounded of al thy wickednesse.
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε
23 Thou that dwellest in Lebanon, and makest thy nest in the cedars, howe beautiful shalt thou be when sorowes come vpon thee, as the sorowe of a woman in trauaile?
κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης
24 As I liue, saith the Lord, though Coniah the sonne of Iehoiakim King of Iudah, were the signet of my right hand, yet would I plucke thee thence.
ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε
25 And I will giue thee into the hande of them that seeke thy life, and into the hande of them, whose face thou fearest, euen into the hand of Nebuchad-nezzar king of Babel, and into the hande of the Caldeans.
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν Χαλδαίων
26 And I will cause them to cary thee away, and thy mother that bare thee, into another countrey, where ye were not borne, and there shall ye die.
καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ καὶ ἐκεῖ ἀποθανεῖσθε
27 But to the lande, whereunto they desire to returne, they shall not returne thither.
εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν
28 Is not this man Coniah as a despised and broken idole? or as a vessell, wherein is no pleasure? wherefore are they caryed away, hee and his seede, and cast out into a lande that they knowe not?
ἠτιμώθη Ιεχονιας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει
29 O earth, earth, earth, heare the worde of the Lord.
γῆ γῆ ἄκουε λόγον κυρίου
30 Thus saith the Lord, Write this man destitute of children, a man that shall not prosper in his dayes: for there shall be no man of his seede that shall prosper and sit vpon the throne of Dauid, or beare rule any more in Iudah.
γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα

< Jeremiah 22 >