< Acts 19 >

1 And it came to passe, while Apollos was at Corinthus, that Paul when he passed thorow the vpper coasts, came to Ephesus, and found certaine disciples,
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖνεἰς Ἔφεσον καὶ ⸀εὑρεῖντινας μαθητάς,
2 And saide vnto them, Haue ye receiued the holy Ghost since ye beleeued? And they saide vnto him, Wee haue not so much as heard whether there be an holy Ghost.
εἶπέν ⸀τεπρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲπρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
3 And he said vnto them, Vnto what were ye then baptized? And they saide, Vnto Iohns baptisme.
εἶπέν ⸀τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
4 Then saide Paul, Iohn verely baptized with the baptisme of repentance, saying vnto the people, that they shoulde beleeue in him, which should come after him, that is, in Christ Iesus.
εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννηςἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸνἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν.
5 And when they heard it, they were baptized in the Name of the Lord Iesus.
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
6 So Paul layde his handes vpon them, and the holy Ghost came on them, and they spake the tongues, and prophecied.
καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλουχεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
7 And all the men were about twelue.
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα
8 Moreouer he went into the Synagogue, and spake boldly for the space of three moneths, disputing and exhorting to the things that appertaine to the kingdome of God.
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθωνπερὶ τῆς βασιλείας τοῦ θεοῦ.
9 But when certaine were hardened, and disobeyed, speaking euill of the way of God before the multitude, hee departed from them, and separated the disciples, and disputed dayly in the schoole of one Tyrannus.
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου
10 And this was done by the space of two yeeres, so that all they which dwelt in Asia, heard the word of ye Lord Iesus, both Iewes and Grecians.
τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου Ἰουδαίους τε καὶ Ἕλληνας.
11 And God wrought no small miracles by the handes of Paul,
Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
12 So that from his body were brought vnto the sicke, kerchefs or handkerchefs, and the diseases departed from them, and the euill spirits went out of them.
ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαιἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι
13 Then certaine of the vagabond Iewes, exorcistes, tooke in hand to name ouer them which had euil spirits, the Name of the Lord Iesus, saying, We adiure you by Iesus, whom Paul preacheth.
ἐπεχείρησαν δέ τινες ⸀καὶτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζωὑμᾶς τὸν Ἰησοῦν ⸀ὃνΠαῦλος κηρύσσει.
14 (And there were certaine sonnes of Sceua a Iewe, the Priest, about seuen which did this)
ἦσαν δέ ⸀τινοςΣκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶτοῦτο ποιοῦντες.
15 And the euil spirit answered, and said, Iesus I acknowledge, and Paul I know: but who are ye?
ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς ⸀ΤὸνἸησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
16 And the man in whome the euil spirit was, ranne on them, and ouercame them, and preuailed against them, so that they fledde out of that house, naked, and wounded.
καὶ ⸀ἐφαλόμενος⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 And this was knowen to all the Iewes and Grecians also, which dwelt at Ephesus, and feare came on them all, and the Name of the Lord Iesus was magnified,
τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσενφόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
18 And many that beleeued, came and confessed, and shewed their workes.
πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19 Many also of them which vsed curious artes, brought their bookes, and burned them before all men: and they counted the price of them, and found it fiftie thousand pieces of siluer.
ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
20 So the worde of God grewe mightily, and preuailed.
οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
21 Nowe when these things were accomplished, Paul purposed by the Spirite to passe through Macedonia and Achaia, and to goe to Hierusalem, saying, After I haue bene there, I must also see Rome.
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
22 So sent hee into Macedonia two of them that ministred vnto him, Timotheus and Erastus, but he remained in Asia for a season.
ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 And the same time there arose no small trouble about that way.
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
24 For a certaine man named Demetrius a siluersmith, which made siluer temples of Diana, brought great gaines vnto the craftesmen,
Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν,
25 Whom he called together, with the workemen of like things, and saide, Syrs, ye knowe that by this craft we haue our goods:
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖνἐστιν,
26 Moreouer ye see and heare, that not alone at Ephesus, but almost throughout all Asia this Paul hath perswaded, and turned away much people, saying, That they be not gods which are made with handes.
καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
27 So that not onely this thing is dangerous vnto vs, that this our portion shall be reproued, but also that the temple of the great goddesse Diana should be nothing esteemed, and that it would come to passe that her magnificence, which all Asia and the world worshippeth, should be destroyed.
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τεκαὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28 Now when they heard it, they were full of wrath, and cried out, saying, Great is Diana of the Ephesians.
Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
29 And the whole citie was full of confusion, and they rushed into the common place with one assent, and caught Gaius, and Aristarchus, men of Macedonia, and Pauls companions of his iourney.
καὶ ἐπλήσθη ἡ ⸀πόλιςτῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30 And when Paul would haue entred in vnto the people, the disciples suffred him not.
⸂Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
31 Certaine also of the chiefe of Asia which were his friendes, sent vnto him, desiring him that hee woulde not present him selfe in the Common place.
τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32 Some therefore cried one thing, and some another: for the assemblie was out of order, and the more part knewe not wherefore they were come together.
ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
33 And some of the company drew foorth Alexander, the Iewes thrusting him forwards. Alexander then beckened with the hande, and woulde haue excused the matter to the people.
ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασανἈλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 But when they knew that he was a Iewe, there arose a shoute almost for the space of two houres, of all men crying, Great is Diana of the Ephesians.
ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡςἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
35 Then the towne clearke when hee had stayed the people, saide, Ye men of Ephesus, what man is it that knoweth not howe that the citie of the Ephesians is a worshipper of the great goddesse Diana, and of the image, which came downe from Iupiter?
καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπωνὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάληςἈρτέμιδος καὶ τοῦ διοπετοῦς;
36 Seeing then that no man can speake against these things, ye ought to be appeased, and to doe nothing rashly.
ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
37 For yee haue brought hither these men, which haue neither committed sacrilege, neither doe blaspheme your goddesse.
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν
38 Wherefore, if Demetrius and the craftes men which are with him, haue a matter against any man, the lawe is open, and there are Deputies: let them accuse one another.
εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
39 But if ye inquire any thing cocerning other matters, it may be determined in a lawful assembly.
εἰ δέ τι ⸀περαιτέρωἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40 For we are euen in ieopardie to be accused of this dayes sedition, for as much as there is no cause, whereby we may giue a reason of this concourse of people.
καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναιλόγον ⸀περὶτῆς συστροφῆς ταύτης.
41 And when he had thus spoken, hee let the assembly depart.
καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

< Acts 19 >