< 1 Chronicles 26 >

1 And the divisions of the porters: of the Corites Meselemia, the son of Core, of the sons of Asaph.
εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαφ
2 The sons of Meselemia: Zacharias the firstborn, Jadihel the second, Zabadias the third, Jathanael the fourth,
καὶ τῷ Μοσολλαμια υἱοί Ζαχαριας ὁ πρωτότοκος Ιδιηλ ὁ δεύτερος Ζαβαδιας ὁ τρίτος Ιεθνουηλ ὁ τέταρτος
3 Elam the fifth, Johanan the sixth, Elioenai the seventh.
Ωλαμ ὁ πέμπτος Ιωαναν ὁ ἕκτος Ελιωηναι ὁ ἕβδομος
4 And the sons of Obededom, Semeias the firstborn, Jozabad the second, Joaha the third, Sachar the fourth, Nathanael the fifth,
καὶ τῷ Αβδεδομ υἱοί Σαμαιας ὁ πρωτότοκος Ιωζαβαδ ὁ δεύτερος Ιωαα ὁ τρίτος Σωχαρ ὁ τέταρτος Ναθαναηλ ὁ πέμπτος
5 Ammiel the sixth, Issachar the seventh, Phollathi the eighth: for the Lord had blessed him.
Αμιηλ ὁ ἕκτος Ισσαχαρ ὁ ἕβδομος Φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός
6 And to Semei his son were born sons, herds of their families: for they were men of great valour.
καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν
7 The sons then of Semeias were Othni, and Raphael, and Obed, Elizabad, and his brethren most valiant men: and Eliu, and Samachias.
υἱοὶ Σαμαια Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου υἱοὶ δυνατοί Ελιου καὶ Σαβχια καὶ Ισβακωμ
8 All these of the sons of Obededom: they, and their sons, and their brethren most able men for service, sixty-two of Obededom.
πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ
9 And the sons of Meselemia, and their brethren strong men, were eighteen.
καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί
10 And of Hosa, that is, of the sons of Merari: Semri the chief, (for he had not a firstborn, and therefore his father made him chief.)
καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα
11 Helcias the second, Tabelias the third, Zacharias the fourth: all these the sons, and the brethren of Hosa, were thirteen.
τῆς διαιρέσεως τῆς δευτέρας Ταβλαι ὁ τρίτος Ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα τρισκαίδεκα
12 Among these were the divisions of the porters, so that the chiefs of the wards, as well as their brethren, always ministered in the house of the Lord.
τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου
13 And they cast lots equally, both little and great, by their families for every one of the gates.
καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ’ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα
14 And the lot of the east fell to Selemias. But to his son Zacharias, a very wise and learned man, the north gate fell by lot.
καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ
15 And to Obededom and his sons that towards the south: in which part of the house was the council of the ancients.
τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν
16 To Sephim, and Hosa towards the west, by the gate which leadeth to the way of the ascent: ward against ward.
εἰς δεύτερον τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς
17 Now towards the east were six Levites: and towards the north four a day: and towards the south likewise four a day: and where the council was, two and two.
πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο
18 In the cells also of the porters toward the west four in the way: and two at every cell.
εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους
19 These are the divisions of the porters of the sons of Core, and of Merari.
αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι
20 Now Achias was over the treasures of the house of God, and the holy vessels.
καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων
21 The sons of Ledan, the sons of Gersonni: of Ledan were heads of the families, of Ledan, and Gersonni, Jehieli.
υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ
22 The sons of Jehieli: Zathan and Joel, his brethren over the treasures of the house of the Lord,
καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου
23 With the Amramites, and Isaarites, and Hebronites, and Ozielites.
τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
24 And Subael the son of Gersom, the son of Moses, was chief over the treasures.
καὶ Σουβαηλ ὁ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν
25 His brethren also, Eliezer, whose son Rohobia, and his son Isaias, and his son Joram, and his son Zechri, and his son Selemith.
καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ
26 Which Selemith and his brethren were over the treasures of the holy things, which king David, and the heads of families, and the captains over thousands and over hundreds, and the captains of the host had dedicated,
αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως
27 Out of the wars, and the spoils won in battles, which they had consecrated to the building and furniture of the temple of the Lord.
ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ’ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ
28 And all these things that Samuel the seer and Saul the son of Cis, and Abner the son of Ner, and Joab the son of Sarvia had sanctified: and whosoever had sanctified those things, they were under the hand of Selemith and his brethren.
καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ
29 But Chonenias and his sons were over the Isaarites, for the business abroad over Israel to teach them and judge them.
τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν
30 And of the Hebronites Hasabias, and his brethren most able men, a thousand seven hundred had the charge over Israel beyond the Jordan westward, in all the works of the Lord, and for the service of the king.
τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως
31 And the chief of the Hebronites was Jeria according to their families and kindreds. In the fortieth year of the reign of David they were numbered, and there were found most valiant men in Jazer Galaad,
τοῦ Χεβρωνι Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος
32 And his brethren of stronger age, two thousand seven hundred chiefs of families. And king David made them rulers over the Rubenites and the Gadites, and the half tribe of Manasses, for all the service of God, and the king.
καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως

< 1 Chronicles 26 >