< Leviticus 12 >

1 And Jehovah spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Speak unto the children of Israel, saying, If a woman conceive seed, and bear a male, then she shall be unclean seven days; as in the days of the separation of her infirmity shall she be unclean.
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς γυνή ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται
3 And on the eighth day shall the flesh of his foreskin be circumcised.
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ
4 And she shall continue thirty-three days in the blood of her cleansing; no holy thing shall she touch, nor come into the sanctuary, until the days of her cleansing are fulfilled.
καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς
5 And if she bear a female, then she shall be unclean two weeks, as in her separation; and she shall continue sixty-six days in the blood of her cleansing.
ἐὰν δὲ θῆλυ τέκῃ καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς
6 And when the days of her cleansing are fulfilled, for a son or for a daughter, she shall bring a yearling lamb for a burnt-offering, and a young pigeon or a turtle-dove for a sin-offering, to the entrance of the tent of meeting, unto the priest.
καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα
7 And he shall present it before Jehovah, and make atonement for her; and she shall be clean from the flux of her blood. This is the law for her that hath borne a male or a female.
καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ
8 And if her hand cannot find what is sufficient for a sheep, she shall bring two turtle-doves or two young pigeons; one for a burnt-offering, and the other for a sin-offering; and the priest shall make atonement for her; and she shall be clean.
ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαρισθήσεται

< Leviticus 12 >