< John 20 >

1 And on the first [day] of the week Mary of Magdala comes in early morn to the tomb, while it was still dark, and sees the stone taken away from the tomb.
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 She runs therefore and comes to Simon Peter, and to the other disciple, to whom Jesus was attached, and says to them, They have taken away the Lord out of the tomb, and we know not where they have laid him.
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 Peter therefore went forth, and the other disciple, and came to the tomb.
ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
4 And the two ran together, and the other disciple ran forward faster than Peter, and came first to the tomb,
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
5 and stooping down he sees the linen cloths lying; he did not however go in.
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Simon Peter therefore comes, following him, and entered into the tomb, and sees the linen cloths lying,
ἔρχεται οὖν ⸀καὶΣίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
7 and the handkerchief which was upon his head, not lying with the linen cloths, but folded up in a distinct place by itself.
καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον·
8 Then entered in therefore the other disciple also who came first to the tomb, and he saw and believed;
τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
9 for they had not yet known the scripture, that he must rise from among [the] dead.
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
10 The disciples therefore went away again to their own home.
ἀπῆλθον οὖν πάλιν πρὸς ⸀αὑτοὺςοἱ μαθηταί.
11 But Mary stood at the tomb weeping without. As therefore she wept, she stooped down into the tomb,
Μαρία δὲ εἱστήκει πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,
12 and beholds two angels sitting in white [garments], one at the head and one at the feet, where the body of Jesus had lain.
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 And they say to her, Woman, why dost thou weep? She says to them, Because they have taken away my Lord, and I know not where they have laid him.
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 Having said these things she turned backward and beholds Jesus standing [there], and knew not that it was Jesus.
⸀ταῦταεἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.
15 Jesus says to her, Woman, why dost thou weep? Whom seekest thou? She, supposing that it was the gardener, says to him, Sir, if thou hast borne him hence, tell me where thou hast laid him, and I will take him away.
λέγει ⸀αὐτῇἸησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
16 Jesus says to her, Mary. She, turning round, says to him in Hebrew, Rabboni, which means Teacher.
λέγει ⸀αὐτῇἸησοῦς· ⸀Μαριάμ στραφεῖσα ἐκείνη λέγει αὐτῷ ⸀Ἑβραϊστί Ραββουνι (ὃ λέγεται Διδάσκαλε).
17 Jesus says to her, Touch me not, for I have not yet ascended to my Father; but go to my brethren and say to them, I ascend to my Father and your Father, and [to] my God and your God.
λέγει ⸀αὐτῇἸησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν ⸀πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
18 Mary of Magdala comes bringing word to the disciples that she had seen the Lord, and [that] he had said these things to her.
ἔρχεται ⸀Μαριὰμἡ Μαγδαληνὴ ⸀ἀγγέλλουσατοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακατὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.
19 When therefore it was evening on that day, which was the first [day] of the week, and the doors shut where the disciples were, through fear of the Jews, Jesus came and stood in the midst, and says to them, Peace [be] to you.
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷσαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ ⸀μαθηταὶδιὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
20 And having said this, he shewed to them his hands and his side. The disciples rejoiced therefore, having seen the Lord.
καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεντὰς χεῖρας καὶ τὴν πλευρὰν ⸀αὐτοῖς ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
21 [Jesus] said therefore again to them, Peace [be] to you: as the Father sent me forth, I also send you.
εἶπεν οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
22 And having said this, he breathed into [them], and says to them, Receive [the] Holy Spirit:
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον·
23 whose soever sins ye remit, they are remitted to them; whose soever [sins] ye retain, they are retained.
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ⸀ἀφέωνταιαὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.
24 But Thomas, one of the twelve, called Didymus, was not with them when Jesus came.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ⸀ἦλθενἸησοῦς.
25 The other disciples therefore said to him, We have seen the Lord. But he said to them, Unless I see in his hands the mark of the nails, and put my finger into the mark of the nails, and put my hand into his side, I will not believe.
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω ⸂μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 And eight days after, his disciples were again within, and Thomas with them. Jesus comes, the doors being shut, and stood in the midst and said, Peace [be] to you.
Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν.
27 Then he says to Thomas, Bring thy finger here and see my hands; and bring thy hand and put it into my side; and be not unbelieving, but believing.
εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
28 Thomas answered and said to him, My Lord and my God.
⸀ἀπεκρίθηΘωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου.
29 Jesus says to him, Because thou hast seen me thou hast believed: blessed they who have not seen and have believed.
λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Many other signs therefore also Jesus did before his disciples, which are not written in this book;
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶν ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
31 but these are written that ye may believe that Jesus is the Christ, the Son of God, and that believing ye might have life in his name.
ταῦτα δὲ γέγραπται ἵνα ⸀πιστεύητεὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

< John 20 >