< Isaiah 50 >

1 Thus saith Jehovah: Where is the bill of your mother's divorce, whom I have put away? or which of my creditors is it to whom I have sold you? Behold, through your iniquities have ye sold yourselves, and for your transgressions is your mother put away.
οὕτως λέγει κύριος ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν ᾧ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν
2 Wherefore did I come, and there was no man? I called, and there was none to answer? Is my hand at all shortened that I cannot redeem, or have I no power to deliver? behold, at my rebuke I dry up the sea, I make rivers a wilderness; their fish stink because there is no water, and die for thirst.
τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει
3 I clothe the heavens with blackness, and I make sackcloth their covering.
καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ
4 The Lord Jehovah hath given me the tongue of the instructed, that I should know how to succour by a word him that is weary. He wakeneth morning by morning, he wakeneth mine ear to hear as the instructed.
κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν
5 The Lord Jehovah hath opened mine ear, and I was not rebellious; I turned not away back.
καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω
6 I gave my back to smiters, and my cheeks to them that plucked off the hair; I hid not my face from shame and spitting.
τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων
7 But the Lord Jehovah will help me: therefore shall I not be confounded; therefore have I set my face like a flint, and I know that I shall not be ashamed.
καὶ κύριος βοηθός μου ἐγενήθη διὰ τοῦτο οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ
8 He is near that justifieth me: who will contend with me? let us stand together; who is mine adverse party? let him draw near unto me.
ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι
9 Behold, the Lord Jehovah will help me; who is he that shall condemn me? Behold, they all shall grow old as a garment; the moth shall eat them up.
ἰδοὺ κύριος βοηθεῖ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμᾶς
10 Who is among you that feareth Jehovah, that hearkeneth to the voice of his servant? he that walketh in darkness, and hath no light, — let him confide in the name of Jehovah, and stay himself upon his God.
τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ
11 Behold, all ye that kindle a fire, that compass yourselves about with sparks: walk in the light of your fire, and among the sparks [that] ye have kindled. This shall ye have of my hand: ye shall lie down in sorrow.
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί ᾗ ἐξεκαύσατε δῑ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν ἐν λύπῃ κοιμηθήσεσθε

< Isaiah 50 >