< Daniel 2 >

1 And in the second year of the reign of Nebuchadnezzar, Nebuchadnezzar dreamed dreams, and his spirit was troubled, and his sleep went from him.
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ
2 And the king commanded to call the scribes, and the magicians, and the sorcerers, and the Chaldeans, to shew the king his dreams; and they came and stood before the king.
καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ
3 And the king said unto them, I have dreamed a dream, and my spirit is troubled to know the dream.
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα ἐπιγνῶναι οὖν θέλω τὸ ἐνύπνιον
4 And the Chaldeans spoke to the king in Aramaic, O king, live for ever! tell thy servants the dream, and we will shew the interpretation.
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί κύριε βασιλεῦ τὸν αἰῶνα ζῆθι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ
5 The king answered and said to the Chaldeans, The command is gone forth from me: If ye do not make known unto me the dream, and its interpretation, ye shall be cut in pieces, and your houses shall be made a dunghill.
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ’ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι παραδειγματισθήσεσθε καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν
6 But if ye shew the dream and its interpretation, ye shall receive of me gifts and rewards and great honour; therefore shew me the dream and its interpretation.
ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπ’ ἐμοῦ δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε
7 They answered the second time and said, Let the king tell his servants the dream, and we will shew the interpretation.
ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες βασιλεῦ τὸ ὅραμα εἰπόν καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα
8 The king answered and said, I know of a certainty that ye would gain time, because ye see the word is gone forth from me;
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἐπ’ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ πρᾶγμα καθάπερ οὖν προστέταχα οὕτως ἔσται
9 but if ye do not make known unto me the dream, there is but one decree for you; for ye have prepared lying and corrupt words to speak before me, till the time be changed: therefore tell me the dream, and I shall know that ye can shew me its interpretation.
ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ’ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε θανάτῳ περιπεσεῖσθε συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπ’ ἐμοῦ ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι ὃ τὴν νύκτα ἑώρακα γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε
10 The Chaldeans answered before the king and said, There is not a man upon the earth that can shew the king's matter; therefore there is no king, however great and powerful, that hath asked such a thing of any scribe, or magician, or Chaldean.
καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε καθάπερ σὺ ἐρωτᾷς καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον
11 For the thing that the king demandeth is extraordinary, and there is none other that can shew it before the king, except the gods, whose dwelling is not with flesh.
καὶ ὁ λόγος ὃν ζητεῖς βασιλεῦ βαρύς ἐστι καὶ ἐπίδοξος καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ εἰ μήτι ἄγγελος οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει
12 For this cause the king was irritated and very wroth, and commanded to destroy all the wise men of Babylon.
τότε ὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας
13 And the decree went forth that the wise men were to be slain; and they sought Daniel and his companions to slay them.
καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι ἐζητήθη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ’ αὐτοῦ χάριν τοῦ συναπολέσθαι
14 Then Daniel answered with counsel and prudence to Arioch the chief of the king's bodyguard, who had gone forth to slay the wise men of Babylon:
τότε Δανιηλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν Αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας
15 he answered and said to Arioch the king's captain, Why is the decree so rigorous from the king? Then Arioch made the thing known to Daniel.
καὶ ἐπυνθάνετο αὐτοῦ λέγων περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Αριώχης τῷ Δανιηλ
16 And Daniel went in, and requested of the king that he would give him time, that he might shew the king the interpretation.
ὁ δὲ Δανιηλ εἰσῆλθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως
17 Then Daniel went to his house, and made the thing known to Hananiah, Mishael, and Azariah, his companions;
τότε ἀπελθὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα
18 that they would desire mercies of the God of the heavens concerning this secret; that Daniel and his companions should not perish with the rest of the wise men of Babylon.
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου ὅπως μὴ ἐκδοθῶσι Δανιηλ καὶ οἱ μετ’ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοφισταῖς Βαβυλῶνος
19 Then was the secret revealed unto Daniel in a night vision. Then Daniel blessed the God of the heavens.
τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον
20 Daniel answered and said, Blessed be the name of God for ever and ever; For wisdom and might are his.
καὶ ἐκφωνήσας εἶπεν ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι
21 And it is he that changeth times and seasons; He deposeth kings, and setteth up kings; He giveth wisdom to the wise, And knowledge to them that know understanding.
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους μεθιστῶν βασιλεῖς καὶ καθιστῶν διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν
22 It is he that revealeth the deep and secret things; He knoweth what is in the darkness, and the light dwelleth with him.
ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί καὶ παρ’ αὐτῷ κατάλυσις
23 I thank thee, and I praise thee, O God of my fathers, Who hast given me wisdom and might, And hast made known unto me already what we desired of thee; For thou hast made known unto us the king's matter.
σοί κύριε τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα
24 Therefore Daniel went in unto Arioch, whom the king had appointed to destroy the wise men of Babylon; he went and said thus unto him: Destroy not the wise men of Babylon; bring me in before the king, and I will shew unto the king the interpretation.
εἰσελθὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω
25 Then Arioch brought in Daniel before the king in haste, and said thus unto him: I have found a man of the sons of the captivity of Judah that will make known unto the king the interpretation.
τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα
26 The king answered and said unto Daniel, whose name was Belteshazzar, Art thou able to make known unto me the dream that I have seen, and its interpretation?
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδαϊστὶ Βαλτασαρ δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν
27 Daniel answered in the presence of the king and said, The secret that the king hath demanded cannot the wise men, the magicians, the scribes, the astrologers, shew unto the king;
ἐκφωνήσας δὲ ὁ Δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις
28 but there is a God in the heavens, who revealeth secrets, and maketh known to king Nebuchadnezzar what shall be at the end of days. Thy dream, and the visions of thy head upon thy bed are these:
ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι
29 — as for thee, O king, thy thoughts arose upon thy bed, what should come to pass hereafter; and he that revealeth secrets hath made known to thee what shall come to pass.
σύ βασιλεῦ κατακλιθεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα ὅσα δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι
30 And as for me, this secret is revealed to me, not by [any] wisdom that I have more than any living, but to the intent that the interpretation should be made known to the king, and that thou mightest know the thoughts of thy heart.
κἀμοὶ δὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη ἀλλ’ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει
31 Thou, O king, sawest, and behold, a great image. This image was mighty and its brightness excellent; it stood before thee, and its appearance was terrible.
καὶ σύ βασιλεῦ ἑώρακας καὶ ἰδοὺ εἰκὼν μία καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά
32 This image's head was of fine gold, its breast and its arms of silver, its belly and its thighs of brass,
καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
33 its legs of iron, its feet part of iron and part of clay.
τὰ δὲ σκέλη σιδηρᾶ οἱ πόδες μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκινον
34 Thou sawest till a stone was cut out without hands; and it smote the image upon its feet of iron and clay, and broke them to pieces.
ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά
35 Then was the iron, the clay, the brass, the silver, and the gold broken in pieces together, and they became like the chaff of the summer threshing-floors; and the wind carried them away, and no place was found for them. And the stone that smote the image became a great mountain, and filled the whole earth.
τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθῆναι ἐξ αὐτῶν καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν
36 This is the dream; and we will tell the interpretation of it before the king.
τοῦτο τὸ ὅραμα καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως
37 Thou, O king, art a king of kings, unto whom the God of the heavens hath given the kingdom, the power, and the strength, and the glory;
σύ βασιλεῦ βασιλεὺς βασιλέων καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν
38 and wheresoever the children of men, the beasts of the field, and the fowl of the heavens dwell, he hath given them into thy hand, and hath made thee ruler over them all: thou art this head of gold.
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ
39 And after thee shall arise another kingdom inferior to thee; then another third kingdom of brass, which shall bear rule over all the earth.
καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς
40 And the fourth kingdom shall be strong as iron: forasmuch as iron breaketh in pieces and subdueth everything, and as iron that breaketh all these, so shall it break in pieces and bruise.
καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων καὶ σεισθήσεται πᾶσα ἡ γῆ
41 And whereas thou sawest the feet and toes, part of potter's clay, and part of iron, the kingdom shall be divided; but there shall be in it of the strength of the iron, forasmuch as thou sawest the iron mixed with miry clay.
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ
42 And [as] the toes of the feet were part of iron and part of clay, the kingdom shall be partly strong and partly fragile.
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον
43 And whereas thou sawest the iron mixed with miry clay, they shall mingle themselves with the seed of men; but they shall not cleave one to another, even as iron doth not mingle with clay.
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ
44 And in the days of these kings shall the God of the heavens set up a kingdom which shall never be destroyed; and the sovereignty thereof shall not be left to another people: it shall break in pieces and consume all these kingdoms, but itself shall stand for ever.
καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα
45 Forasmuch as thou sawest that a stone was cut out of the mountain without hands, and that it broke in pieces the iron, the brass, the clay, the silver, and the gold, — the great God hath made known to the king what shall come to pass hereafter. And the dream is certain, and the interpretation of it sure.
καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν καὶ ἀκριβὲς τὸ ὅραμα καὶ πιστὴ ἡ τούτου κρίσις
46 Then king Nebuchadnezzar fell on his face and worshipped Daniel, and commanded that they should offer an oblation and sweet odours unto him.
τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ
47 The king answered Daniel and said, Of a truth it is that your God is the God of gods, and the Lord of kings, and a revealer of secrets, because thou wast able to reveal this secret.
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν ἐπ’ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο
48 Then the king made Daniel great, and gave him many great gifts, and made him ruler over the whole province of Babylon, and chief of the governors over all the wise men of Babylon.
τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας
49 And Daniel requested of the king, and he appointed Shadrach, Meshach, and Abed-nego over the administration of the province of Babylon. And Daniel was in the gate of the king.
καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ

< Daniel 2 >