< Acts 11 >

1 And the apostles and the brethren who were in Judaea heard that the nations also had received the word of God;
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
2 and when Peter went up to Jerusalem, they of the circumcision contended with him,
⸂ὅτε δὲ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3 saying, Thou wentest in to men uncircumcised and hast eaten with them.
λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.
4 But Peter began and set forth [the matter] to them in order, saying,
ἀρξάμενος ⸀δὲΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
5 I was in the city of Joppa praying, and in an ecstasy I saw a vision, a certain vessel descending like a great sheet, let down by four corners out of heaven, and it came even to me:
Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
6 on which having fixed mine eyes, I considered, and saw the quadrupeds of the earth, and the wild beasts, and the creeping things, and the fowls of the heaven.
εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
7 And I heard also a voice saying to me, Rise up, Peter, slay and eat.
ἤκουσα δὲ ⸀καὶφωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
8 And I said, In no wise, Lord, for common or unclean has never entered into my mouth.
εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτικοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
9 And a voice answered the second time out of heaven, What God has cleansed, do not thou make common.
ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10 And this took place thrice, and again all was drawn up into heaven;
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
11 and lo, immediately three men were at the house in which I was, sent to me from Caesarea.
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 And the Spirit said to me to go with them, nothing doubting. And there went with me these six brethren also, and we entered into the house of the man,
εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13 and he related to us how he had seen the angel in his house, standing and saying [to him], Send [men] to Joppa and fetch Simon, who is surnamed Peter,
ἀπήγγειλεν ⸀δὲἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα Ἀπόστειλον εἰς ⸀Ἰόππηνκαὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14 who shall speak words to thee whereby thou shalt be saved, thou and all thy house.
ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
15 And as I began to speak, the Holy Spirit fell upon them even as upon us also at the beginning.
ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.
16 And I remembered the word of the Lord, how he said, John baptised with water, but ye shall be baptised with [the] Holy Spirit.
ἐμνήσθην δὲ τοῦῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17 If then God has given them the same gift as also to us when we had believed on the Lord Jesus Christ, who indeed was I to be able to forbid God?
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼτίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18 And when they heard these things they held their peace, and glorified God, saying, Then indeed God has to the nations also granted repentance to life.
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαντὸν θεὸν λέγοντες· ⸀Ἄρακαὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν.
19 They then who had been scattered abroad through the tribulation that took place on the occasion of Stephen, passed through [the country] to Phoenicia and Cyprus and Antioch, speaking the word to no one but to Jews alone.
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 But there were certain of them, Cyprians and Cyrenians, who entering into Antioch spoke to the Greeks also, announcing the glad tidings of the Lord Jesus.
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντεςεἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶπρὸς τοὺς ⸀Ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21 And [the] Lord's hand was with them, and a great number believed and turned to the Lord.
καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22 And the report concerning them reached the ears of the assembly which was in Jerusalem, and they sent out Barnabas to go through as far as Antioch:
ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσηςἐν ⸀Ἰερουσαλὴμπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶνἕως Ἀντιοχείας·
23 who, having arrived and seeing the grace of God, rejoiced, and exhorted all with purpose of heart to abide with the Lord;
ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειντῷ κυρίῳ,
24 for he was a good man and full of [the] Holy Spirit and of faith; and a large crowd [of people] were added to the Lord.
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
25 And he went away to Tarsus to seek out Saul.
ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸνἀναζητῆσαι Σαῦλον,
26 And having found [him], he brought him to Antioch. And so it was with them that for a whole year they were gathered together in the assembly and taught a large crowd: and the disciples were first called Christians in Antioch.
καὶ εὑρὼν ⸀ἤγαγενεἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ ἐναυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτωςἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Now in these days prophets went down from Jerusalem to Antioch;
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
28 and one from among them, by name Agabus, rose up and signified by the Spirit that there was going to be a great famine over all the inhabited earth, which also came to pass under Claudius.
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάληνμέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτιςἐγένετο ἐπὶ ⸀Κλαυδίου
29 And they determined, according as any one of the disciples was well off, each of them to send to the brethren who dwelt in Judaea, to minister [to them];
τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 which also they did, sending it to the elders by the hand of Barnabas and Saul.
ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

< Acts 11 >